Ancient Greek
278
Michael Glycas, Annales 278
Unproofread scanNot analysed yet
ἐποίησε γνιώμηνί καὶ οὖτος γὰρ ταῖς ὑπὸ Θεοφίλου κατὰ τοῦ ἁγίου μελετὴθείοαις διαβολαῖς προκατείληπτο. Ἐ μέντοι Εὐδοξία τὸν μέγαν Ἐπιφάνιον ἠρέθισε κατὰ τοῦ χρυσοῤῥήμονος καὶ τάδε εἰποῦσα · «Πάύτα μὲν τὰ Ῥωμαίων σκῆπτρα ὑπὸ τὴν ἐκὴν ἐξουσίαν ἐστὶν, ὁ δὲ Ἰωάννης οὗτος δι´ ἔχθρας τέ μοί ἐστι καὶ τὰ ἔσχατα εἰς ἡμᾶς ἐξυβρίζει. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δόξαν τινὰ πρεσβεύει τῆς Ἐκκλησίας ἀπδοοσαν. Ἐφ´ ᾧ καὶ δίδωμί σοι πᾶσαν ἐξουσίαν, ὥστε σύνοδον ἀθροῖσαι καὶ τοῦ θρόνου δικαίως αὐτὸν καθελεῖν.» Τούτων ἀκούσας Ἐπιφάνιος εἶπεν· «Εἰ μὲν οὖν αἴρεσιν ἔχει τινὰ,, ἄλλου τοῦτο λόγου ἐστίν· εἰ δὲ ὅτι κακῶς μᾶς Θε ξε, παρὰ ταύτην δὴ μόνον αἰτίαν Ἰωάννην ἐκκήρυκτον δέδοκται γενέσθαι τῆς Ἐκκλησίας, Ἐπιφάνιον ὑμῖν οὐχ ἕξετε συναινοῦντα. »Ταῦτα δὲ ἡ Κὸδοξία πρὸς τὸν διαληφθέντα ἔλεγεν ἅγιον, ἐπειδὴ διαφορὰν ἔμαθέ τινα συμβῆναι ἀνὰ μέσον αὐτῶν. Ὃ μέντοι θειότατος Ἰωάννης ἐκ δευτέρου ἐξορισθεὶς καὶ ἀπαχθεὶς εἰς Κουκουσὸν κἀκεῖσε τρία Κτη καὶ μῆνας βʹ ποιήσας ἀπηνέχθη εἰς Ποτιοὺς, κἀκεῖθεν ἀπαίρει πρὸς Κύριον, ἐπισκοπεύσας ἐνταῦθα ἔτη εʹ καὶ μῆνας ϛʹ. Ἐπὶ τούτοις δὲ ὁ Πάππας Ῥώμης Ἰννοκέντιος γράφει πρὸς Ἀρκάδιον καὶ τάδε· «Φωνὴ αἴματος τοῦ ἀδελφοῦ μου Ἰωάνναν βοᾷ πρὸς τὸν Θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνοι Κάῖν, καὶ παντὶ τρόπῳ ἐκδικηθήσεται. Οὐ μόνον δὲ τοῦτο πέπραχας, ἀλλὰ καὶ ἐν καιρῷ εἰρήνης διωγμὸν κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἱερέμων αθτοῦ συνεστήσω, ἐξέΘσας τὸν μάγαν τῆς αἰασυμένης διδάσκαλον τοῦ θώκου τῆς ἐπισκοπῆαὐτοῦ ἀκρίτως, συνδιώξας αὐτῷ τὸν Χριστόν. Ἀλλ´ μακάριος Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους. Ἀλλ´ εἰς ἀλήκτους αἰῶνας τὴν ἀδάπανον τρυφὴν καὶ ἀθάνατον ζωὴν ἐκληρονόμησεν. Ἡ δὰ νέα αλιλὰ, ή κατὰ μικρόν τῷ ξυρῷ τῆς πλάνης δεσμεύσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον. Διὸ ἐγὼ ὁ ἐλάχιστος, ὀ πιατευθεὶς τὸν θρόνον τοῦ μεγάλου ἀποστόλου Πέτρου, ἀφορίζω σέ τε κἀκεί νην τῆς μεταλήψεως τῶν ἀχράντων μυστηρίων Κριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀλλὰ καὶ κάντα κληριὴν τολμήσαντα μεταδοῦναι ὑμῖν, ἀφ´ ἦς ἀναγνῶτέ μαυ τὸν πεμφθέντα σύνδεσμον, ὑπὸ καθαίρεσιν εἶναι. Ἀρσάκοον δὲ, ὅν εἰσάγετε εἰς τὸν θρόνον τῆς ἐπισκοπῆς ἀντὶ τοῦ μεγάλου Ἰωάννου, καὶ μετὰ θάνατον καθαιροῦμεν σὺν πᾶσι τοῖς κοινωνήσασιν αὐτῷ. Ἀλλ´ οὐδὲ τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τοῖς ἰεροῖς διπτύχοις· ἀνάξιος γάρ ἐστιν ὡς μοιχεύσας τὴν ἐπισκοπήν. Προστιθέαμεν δὲ τῇ καθαιρέσει Θεοφίλου ἀφορισμὸν καὶ ἀναθεματισμὸν καὶ τελείαν ἀλλοτρίωσιν τοῦ Χριστιανισμοῦ.» Τούτων ἀκούσας Ἀρκάδιος ἀντιγράγψει πρὸς Ἰννοκέντιον· ἐΠάντες ἄνθρωποι ἴσασιν οἱ ε φρονοῦντες ὅτιπερ