Ancient Greek
279
Michael Glycas, Annales 279
Unproofread scanNot analysed yet
τὰ κατὰ ἄγνοιαν γινόμενα οὕτε Θεὸς οὕτε νόμοι κολάζουσιν · ἀλλ´ οὐδέ τις ὑπὲρ ἑτέρου δίκην εἰσπράττεται. Ὅθεν ταῦτα γέγραφα πληροφορῶν τὴν ὑμετέραν πραότητα ὡς ἐπιμαρτυροῦντος τοῦ φιλανθρώπου Θεοῦ οὐκ ἔγνων τι τῶν συμβάντων τοῖς ἡμετέροις ἐπισκόποις καὶ κὶηρικοῖς, ἀλλ´ ἀθῶός εἰμι τοῦ κρίματος αὐτῶν· εἰ γὰρ ἤμην συμμέτοχος αὐτῶν εἰς τοῦτο, οὐκ εἶχον τούτους κακῶσαι. Περὶ δὲ τῆς σῆς θυγατρὸς Εὐδοξίας γνῶθι ὅτι καὶ αὐτῇ ἀνταπέδωκα κατὰ τὸ σφάλμα αὐτῆς οὐ μετρίως, ὡς ἐκ τῆς τοιαύτης λύπης καὶ θλίψεως ἐν ἀῤῥωστίᾳ βαρυτάτῃ κατακεῖσθαι αὐτήν. Παρακαλῶ λοιπὸν ἵνα τοῦ ἀφορισμοῦ λύσῃς ἡμᾶς καὶ μὴ ἐκδικήσῃς πολλαχῶς· οὐ γὰρ πατάξει Κύριος δις ἐπὶ τὸ αὐτό.» Πρὸς ταῦτα καὶ πάλιν Ἰννοκέντιος· «Ἀπεδεξάμην ὑμῶν τὴν κατὰ Θεὸν σπουδὴν, ἤνπερ διὰ τὸ ὄνομα αὐτοῦ ἀνεδείξασθε. Ὅθεν τῶν ἱερῶν δεσμῶν ἀνεθέντες ἐν τοῖς δεσποτικοῖς συμβόλοις προσέλθετε ἐῤῥωμένοι.» Ταύτῃ τοι καὶ δεὰ φροντίδος ὁ Ἀρκάδιος ποιεῖται τὴν τοῦ ἀχίου πρνς τὴν μεγαλόπολιν ἐπάνοδον. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος ὁ υἱὸαὐτοῦ, ὁ καὶ Καλλιγράφος, ἔτη μβʹ. Οὗτος ἐξελθών ἱππασθῆναι καὶ συμπεσὼν τῷ ἵππῳ τὸν βίον τελευτᾷ. Οὗτος τὸν ἐν τοῖς Χαλκοπρατείοις τῆς Θεοτόκου ναὸν ἔκτισε, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. Ἀλλὰ καὶ τὸ τεῖχος τῆς πόλεως παρεξέβα λεν. Ἐφ´ οο σεισμὸς μέγας ἐγένετο, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ πολὺ μέρος αὐτῆς. Ἐπεκράτει δὲ ὁ σεισμὸς καὶ κατὰ πᾶσαν χώραν μῆνας τρεῖς. Τότε δὴ τότε τοῦ πατριάρχου Πρόκλου καὶ αὐτοῦ τοῦ βασιλέως ἀνυποδέτων λιτανευόντων, συνέβη παιδίον ἁρπαγῆναι καὶ τὸν τρισάγιον ὕμνον μυηθῆναι, καὶ οὔτω τὴν θείαν στῆναι ὀργήν. Τότε καὶ Ἰουδαῖος παράλυτος βαπτισθεὶς ὑγιὴς εὐρέθη. Ὁ μέντοι διαληφθεὶς πατριάρχης Πρόκλος ἐν Κυζίκῳ χειροτονεῖται πρότερον καὶ μὴ δεχθεὶς παρὰ τῶν ἐκεῖσε χειροτονεῖται ἐνταῦθα. Ὁ δὲ δυσσεβὴς Νεστόριος σὺν ἂξ ὁμόφροσιν αὐτοῦ ἔλεγεν ὅτι Διμηναῖον καὶ τριμηναῖον οὐ δύναμαι λέγειν Θεόν. Ἰωάννης δὲ ὁ Ἀντιοχείας μετὰ τὴν τοῦ Νεστορίου καθαίρεσιν κα ταλαβὼν, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παραλαβὼν τοὺς σὺν αὐτῷ ἐπισκόπους, ἐν οἷς καὶ Θεοδώρητος Κύρου καὶ Ἴβας ὁ Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ μεγάλου Κυρίλλου. οοοοον ἔὰΘΘΙ