Ancient Greek
304
Michael Glycas, Annales 304
Unproofread scanNot analysed yet
Τοσαύτη δὲ δύναμις ἦν ὥστε καὶ τὴν ἀπαιωρηθεῖταν ἐν ἀκροπόλει ἅλυσιν διακλάσαι καὶ πρὸς ἱλαχέρνας ἀπελθεῖν. Ἐν ὅλοις λοιπὸν τρισὶν ἔτεσι σὰ τοῦ πολέμου κεκοότηται. Εἶτα ὁ Θωμᾶς ἡττᾶται, Κφεύγει, εἰς Ἀδριανούπολιν ἔρχεται. Καιρὸν ἱκανὸν ἐκεῖσε παρὰ τοῦ Μιχαήλ κύκλῳ τετήρηται. Προδίδωσι καὶ ἄκων, κρατεῖται, χεῖρας καὶ πόδας τέμνεται, ἐπ´ ὄνου κάθηται, τοῦτο καὶ μόνον λέγων «Ἐλέησόν με, ἀληθῶς βασιλεῦ.» Μετὰ δὲ τὸν Μιχαήλ Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ἔτη ιβʹ. μῆνας γʹ. Καὶ τηνικαῦτα ἐκλογήν ποιεῖται κορασίων, ὧν μία καὶ ἡ Κασία, ἣν δὴ καὶ ἀποπέμπεται διὰ τὴν πλήρη συνέσεως ἀπόκρισιν αὐτῆς· μῆλον γὰρ ἐπιδεδωκὼς αὐτῇ ὡς ἐρασθεὶς δῆθεν ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ εἰπών «Ἐκ γυναικὸς ἐῤῥύη τὰ φαῦλα,» ἤκουσεν ἑξ αὐτῆς ὅτι καὶ ἀπὸ γυναικὸς πηγάζει τὰ κρείττονα. Ἐφ´ ᾧ καὶ τὴν Παφλαγόνα Θεοδώραν ἠγάγετο. Οὖτος καθ´ ἑκάστην ἑβδομάδα διὰ τῆς ἀγορᾶς ἔφιππος εἰς τὸν ἐν Βλαχέρναις ναὸν ἀπήρχετο· εἰ γὰρ καὶ τιμὴν ταῖς ἀγίαις εἰκόσιν οὐκ ἔνεμεν, ἀλλὰ τῷ Σωτῆρι καὶ αὐτῇ τῇ Θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. Οὖτος καὶ περὶ τῶν ἐν τῇ ἀγορᾷ προκειμένων ὠνίων ἠρώτα, καὶ εἰ πολλοῦ ἐπιπράσκοντο, κατὰ τοῦ ἐπάρχου ὠργίζετο. Τούτῳ. προσῆλθέ τις γυνὴ παρὰ τοῦ τῆς Αὐγούστης συγγόνου Πετρωνᾶ ἀδικουμένη· οἴκημα καὶ γάρ τι ὑψώσας ἔβλαπτε γειτονοῦσαν αὐτήν. Ὁ γοῦν Πετρωνᾶς ἐπεφωνήθη μὲν, οὐ διωρθώσατο δέ. Ἐφ´ ᾧ αἰκίζεται δεινῶς, καὶ τοῦ οἰκήματος ἀνατραπέντος ἡ ὕλη πᾶσα τῇ γυναικὶ δίδοται. Ἡνίκα δὲ καὶ προκύψας τὸ τῆς δεσποίνης οἶδεν ἔγγομον πλοῖον, πυρίκαυστον κελεύει γενέσθαι, λέγων «Βασιλέα με τοῦ Θεοῦ ἀναδείξαντος, οὐ βιάζεις ποιῆσαί με ναύκληρον. Ἄλλως τε εἰ μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι σπεύδομεν, πόθεν ἂν τὰ πρὸς ζωὴν οἱ ἰδιῶται πορίζοιντο;» Τοσοῦτον δὲ μεγαλοπρεπὴς βασιλεὺς ὁ Θεόφιλος ἦν ὥστε καὶ θαυμαστά τινα φιλοτεχνήσασθαι ὄργανα. Πνεῦμα καὶ γὰρ ἐκεῖθεν ἐν μηχανῇ τινι ἀναπεμπόμενον μελῳδίαν ἀπηχεῖ τερπνὴν καὶ εὐκέλαδον. Ἀλλὰ καὶ χρυσᾶ κατεσκεύασε δένδρα, ἐν οἷς παντοδαποὶ στρουθοὶ καθήμενοι μελῴδημα μελιτόεν ἐξέχεον. Ἀνθρώπιόν τι ἐν ἀνακτόροις περιεστρέφετο, παρακοπὴν φρενῶν ἔχον, Δένδερις καλούμενον. Ποτὲ γοῦν ὁ βασιλεὺς ἐρωτήσα; αὐτὸ πόθεν ἥκει, παρὰ τῇ Μάννᾳ πορευθῆναι ἔλεγεν· οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν. Ἀλλὰ καὶ νινία καλὰ διεβεβαιοῦτο ἔχειν αὐτήν. Εἰκόνας οὖν ὁ βασιλεὺς ὑποπρπάσας εἶναι τὰ νινία κατὰ τῆς βασιλίδος ἐξώργιστο. δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· ἰαΟὐδὲ γὰρ εἰκόνας εἶδεν ὁ Δνδερις,» ἔλεγεν,