Ancient Greek
305
Michael Glycas, Annales 305
Unproofread scanNot analysed yet
«ἀλλ ἐνατενιζούσης μου τῷ κατόπτρῳ τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφὰς, ἂς δὴ καὶ νινία ὡνόμασεν.» Ἐπὶ τοσοῦτον δὲ ἀπεστρέφετο τὰς εἰκόνας ὁ Θεόφιλος, ὥστε καὶ τὸν ἱερὸν Μεθόδιον, ἅτε τῶν εἰκόνων ὑπερμαχόμενον, ἐν σπηλαίῳ τινὶ κατέκλεισεν ὥσπερ νεκρὸν ἐν μνημείῳ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο λῃστὰς σὺν αὐτῷ. Τότε δὴ, τότε καὶ τελευτήσας ὁ εἰς πόσης δυσοσμίας, αἴτιον τῷ μακαρίῳ γέγονε; Τηνικαῦτα καὶ οἶ κεντηθέντες τὰ μέτωπα πρὸς τὴν ὑπερορίαν στελλόμενοι γραφὴν ἐγχαράττουσι τῷ Μεθοδίῳ διά τινος ἱχθυοθήρα ἐν μέτρῳ ἰαμβείῳ κατὰ λέξιν ἔχουσαν οὑτωσί· Τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, Ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, Γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ Ἀντιγράφει δὲ καὶ αὐτὸς πρὸς αὐτούς· Τρὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιοράφοτς Καὶ πρὸς μέτωαα σωφρόνως ἐστι μένους Προσεῖαεν ὁ ζώθαπτος ὡς συνὸεσμίους. Τὸν μέντοι Μεθόδιον παραδόξως ὁ Θεὸς ἑκεῖθεν ἐξήγαγεν. Ὁ γὰρ Θεόφιλος φιλολόγος ὤν γραφαῖς τισι δυσνοήτοις ἐνέτυχεν, ὧν τὴν λέξιν οὐχ εὕρισκεν. Ἀκούσας οὖν παρά τινος ὡς οὐδεὶς ἕτερος τὰς τοιαύτας σαφηνίσει γραφὰς εἰ μὴ ὁ ἐν μνήματι Μεθόδιος, ἐκεῖθεν αὐτὸν αὐτίκα μετεκαλέσατο καὶ διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. Αἱ μέντοι σιαγόνες αὐτοῦ παραλυθεῖσαι ὑπὸ Θεοφίλου διὰ τὸ τῶν ἁγίων εἰκόνων ὑπερλαλεῖνμετὰ γὰρ τὴν ζ´ σύνοδον Ὁ βασιλεὺς οὖτος τὴν εἰκονομαχίαν ἀνενέωσεν) ὀθόνῃ λεπτῇ ἐδέδεντο. Ταύτῃ τοι καὶ συνήθεια μέχρι τοῦ νῦν, ὡς οἶμαι, κεκράτηκεν ἐν ἀρχιερεῦσι τὸ καὶ τοῖς ἐμπροσθίοις μέρεσι δεδεμένας ἔχειν ὀθόνας. Ἀλλὰ καὶ τελευτῶν ὁ Θεόφιλος ἡξίου μήτε τὰς ἀγίας εἰκόνας ἀναστηλωθῆναι μήτε τὸν πατριάρχην Ἰωάννην τὸν καὶ γόητα καθελεῖν. Ἀλλὰ μετὰ θάνατον ἐκείνου καθελοῦσα τοῦτον ἡ Θεοδώρα τὸν Περὸν ἀντεισῆξε Μεθόδιον, εἰ καὶ γύναιόν τι πορνίδιον αἱ ἐξ ἐναντίας ὑπελθόντες διαβάλλουσι τὸν Μεθόδιον Κοίσις οὖν ἐπὶ τούτοις προβαίνει, καὶ τὸ κράσπεδον ἄρας ἀπογυμνοῖ τὴν αἰδώ, Ἡ δὲ ἧν κατεψυγμένη πάντη καὶ μεμαρασμένη. Καὶ τὴν αἰτίαν ἐρωτηθεὶς δι´ ἣν ὁ τοσοῦτος γέγονε μαρασμὸς, ἔλεγεν ὅτι Ποτὲ κατὰ χρείαν εἰς Ῥώμην σταλεὶς, κἀκεῖσε πύρωσιν παθὼν σαρκικὴν, δέομαι τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἐφ´ ᾧ καὶ δοκῶ κατ´ βναρ ἰδεῖν τὸν κορυφαῖον Πέτρον, καὶ οὗ τῆς αἰδοῦς ἁψαμένου μου πῦρ ἐδόκουν αὐτὴν περιβόσκεσθαι. Ἔκτοτε οὖν τὰ μόρια ταῦτα νενέκρωται, καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. Καὶ ἡ μὲν πρώτη γυνὴ τὸν Ἀδὰμ ἐξάγει τοῦ παραδείσου, ἡ δὲ κυρὰ ἐεοδώρα εἰσάγει τὸν ὁμόζυγον αὐτῆς εἰς τὸν παράδεισον. Ὡς οὖν ἔλαβε πληροφορίαν τοῦ πράγματος, φιλοφρονεῖται τοὺς ἁγίους τούτους Πατέρας, δι´ ὡν