Ancient Greek
307
Michael Glycas, Annales 307
Unproofread scanNot analysed yet
κατεπειγούσης, χωρὶς φυλάκων καὶ φρουρᾶς, ἄτε δορυφορούντων, ἐπὶ μέσων ἐκεῖνος τριόδων παρώδευε. Καὶ τί χρὴ πολλὰ λέγειν; ἐπὶ χείρονα καθ´ ἑκάστην προκόπτων ζωὴν, καὶ κατ´ αὐτῶν ἐλύττησε τῶν μυστηρίων ὁ κάκιστος. Βαλὼν γὰρ εἰς κρατῆρα δριμύτατον σίνηπι τὴν ἁγιστείαν ἐκεῖθεν ἐτέλει τὴν μυστικὴν, παίζων ὁ τάλας ἐν οὐ παικτοῖς καὶ γελῶν ἐν ἀγελάστοις ὁ δείλαιος. Ἡ μέντοι εοδώρα παραδίδωσι πρὸς αὐτὸν χρυσοῦ κεντηνάρια ϛʹ καὶ ἀργυρίου ὡσεὶ γʹ. Ἀλλ´ ὁ Μιχαὴλ τρία καὶ μόνα τελευτῶν ἀφῆκε, κρατήσας ἔτη ια´ μετὰ τὴν Θεοδώρας διάζευξιν· περὶ γὰρ μέθας καὶ ἱπποδρομίας κατήγετο. Τοσοῦτον δὲ τῶν τοιούτων ἐξείχετο θεάτρων ὡς αὐτὸς μὲν φορεῖν τὸ Πένετον καὶ ἱππηλατεῖν, ὁ δὲ λογοθέτης τὸ Πράσινον, Καί ποτε γοῦν τοῦἱππικοῦ ἐνστάντος ἀγῶνος ὁ τοῦ δρόμου πρωτονοτάριος ἐφίσταται λέγων ὅτι ἐν τοῖς Μελαγγείοις, ἅτινα Μελάγυνα ἰδιωτικῶς λένονται Σαρακηνοὶ προσέβαλον· καὶ ὁ βασιλεὺς, «Ἔν τοιούτῳ μοι,» ἕφη, «ἀγῶνι, καὶ τὸν μέσον εὐώνυμον καταστῆσαι σπεύδοντι, αὐτὸς, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς ἀγγελίαν ἐπάγεις μοι;» Τοιούτοις οὐν ὁ Μιχαὴλ ἐνασχολούμενος τοὺς βασιλικοὺς ἐκένωσεν ὡς εἴρηται, θησαυρούς· καὶ αὐτοὺς γὰρ τοὺς ἡνιόχων παῖδας ἐκ τῆς ἱερᾶς κολυμβήθρας ἀναλαμβανόμενος ἐδίδου ἑκάστῳ αὐτῶν ἀνὰ χρυσίου λίτρας ρʹ. Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τὴν τοῦ Μιχαὴλ ἀβελτηρίαν παρίστησιν. Ἀπὸ Ταρσοῦ μέχρι καὶ αὐτοῦ τοῦ παλατίου φρυκτοὶ κατά τινας τόπους ἀνεφλέγοντο κατὰ διάδοσιν τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς προμηνύοντες. Ἡνιοχείας οὖν τελωμένης κατά γε τὸν ἐν τῷ στενῷ τοῦ μεγαλομάρτυ ρος ναὸν Μάμαντος, καὶ τὸ Βένετον ἐνδεδυμένου τοῦ βασιλέως αὐτοῦ, ἀγγελία γέγονεν ἀπό γε τοῦ κατὰ τὸν Φάρον φρυκτοῦ. Ἀνίᾳ γοῦν ἐπὶ τούτῳ συσχεθεὶς ὁ βασιλεὺς ἑκ μέσου ποιεῖ τοὺς θαυμαστοὺς ἐκείνους φρυκτοὺς, ὡς μηκέτι τοιαύταις ἀγγελίαις οἱ θεαταὶ δειλαινόμενοι τὸ θέατρον καταλύωσιν Φτος ὁ Μιχαήλ χρημάτων ἀπορήσας καὶ τὰς χρυσᾶς ἐκείνας πλατάνους, ἃς ὁ φιλόσοσος κατεσκεύασε Λέων, ὡς ἄνωθεν ἔφημεν, ἐν αἱς στρουθοὶ καθήμενοι διὰ μηχανῆς ἐκελάδουν, ὡσαύτως δὲ καὶ τοὺς λέοντας, ἃ πρὸς ἔκπληξιν τῶν ἐθνῶν μεμηχάνηται (καὶ οὖτοι γὰρ ἔστιν ὅτε βρυχώμενοι ἐθαυ μάζοντο), κατακόψας ἀνάλωσεν. Ἐπὶ τούτοις οὖν ἡ Θεοδώρα πολλὰ παραινοῦσα τὸν Μιχαήλ τῶν βασιλείων ἔκπτωτος γίνεται· ὁ γὰρ ἐκ μητρὸς αὐτῷ θεῖος, ᾧ Βάρδας ὄνομα, πάντα καλῶς κινήσας καὶ παντοίως ὑπελθὼν αὐτὸν, τὴν μέν βασίλισσαν πίῤῥω γενέσθαι τῶν βασιλείων οἰκονομεῖ, ἑαυτὸν δὲ προχειρισθῆναι Καίσαρα. Ἔκτοτε οὐν πάντα ποιῶν ὡς ἀντάναξ οὐ διέλιπε, Πρὸς τούτοις δὲ καὶ παρανομίαν ἐτόλμα, υἱοῦ γνησίου γαμετῇ