Ancient Greek
306
Michael Glycas, Annales 306
Unproofread scanNot analysed yet
ἄρα καὶ ἡ πρὸς Θεὸν γέγονε δέησις. Ὥνίκα γοῦν ἐφελοφρόνει αὐτοὺς, συμπαρῆν καὶ ὁ γραπτὸς ΘεοΚφάνης Νικαίας. Ταύτης οὕν ἐνατενιζούσης. αὐτῷ καὶ τὰ στίγματα θαυμαζούσης ἔλεγε· «Τί με συχνῶς ὁρᾷς; Τότε διαδικάσομαι περὶ τούτου τῷ ἀνδρί σου.» Ἡν δὴ καὶ πολλὰ δυσχεράνασαν τούτου ἕνεκεν ὁ πατριάρχης παρεμυθεῖτο Μεθόδιος. Γίνωσκε δὲ, ἀγαπητέ, ὅτι ἐπὶ τῇς τοῦ Θεοφίλου βασιλείας Λέων ὁ φιλόσοφος ἦν, κεκρυμμένος μὲν τοῦ πρώτου καὶ πάντη ἄγνωστος ὢν, τούτῳ δὲ γεγονὼς τῷ τρόπῳ κατάδηλος. Νεανίας τις γεωμετρικῆς ἐπιστήμης ἔμπειρος ὤν αἰχμάλωτος ἄγεται Εἶτα παρὰ τοῦ κατέχοντος αὐτὸν Ἀρμεμούμνη ζήτησις γίνεται γεωμετρικῶν θεωρημάτων. Παριστᾷ. καὶ καὶ ὁ νεανίας, τὴν αὐτοῦ σοφίαν δείκνυσι, θαυμάζεται. Ἐρωτᾶται εἰ καί τινες ἕτεροι τοιοῦτοι παρὰ τῇ βασιλευούσῃ εὐρίσκονται. Καὶ ὁ Ἀρμεμούμνης μαθὼν περὶ τοῦ σοφοῦ Λέοντος, τίς τε ἦν καὶ ὅπως εἰς ἄκρον ἐληλάκει πάσης σοφίας καὶ ἐπιστήμης, γράφει πρὸς τὸν βασιλέα Θεόφιλον ὡς ἂν ἀποστελοῖ τὸν φιλόσοφον πρὸς αὐτόν· ἀντὶ δὲ τούτου δοθήσεται χάρις χρυσίου κεντηνάρια ρʹ καὶ φιλία αἰώ νιος. Καὶ ὁ Θεόφιλος ἄτοπον κρίνας εἰ τὴν τῶν ντων γνῶσιν, δι´ ἡν τὸ των Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον πο ήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα οὐκ ἐπένευσε. Γνωρίζεται οὖν ἐντεῦθεν ὁ πὰ πάντα σοφώτατος Λέων, διδάσκαλος προχειρίζεται, σελευταῖον εἰς τὸν τῆς Θεσσαλονίκης θρόνον ἀνάγεται παρὰ πατριάρχου Ἰωάννου τοῦ μεγάλου, Τῶν Εἰκονομάχων τηνικαῦτα καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός. Μεγίστην δὲ τιμὴν παρά γε τοῖς Θεσσαλονικεῦσιν ἔφερε καὶ δι´ ἄλλα μὲν πολλὰ, Κμάλιστα δὲ δι´ ἡν ἐπήνεγκε τοῦ λιμοῦ λύσιν, τὴν τῶν ἀστέρων ἐπιτολὴν διασκεψάμενος κἀκείνους ἀναπείσας τὰ σπέρματα τηνικαῦτα καταβαλεῖν. Ὅ μέντοι Θεόφιλος γαμβρὸν εἶχεν Ἀλέξιον, οὖ Μωσηλὲ τὸ ἐπώνυμον· καὶ Μανουήλ τις ἐν αὐτῷ παραδυναστεύων ἦν. Ὁμοίως καὶ Θεόφοβός τις, ὃν δὴ καὶ θανάτῳ καθυποβληθῆναι κελεύει, μή ποτε νεώτερόν τι εἰργάσηται. Ἀφαιρεῖται οὖν ἡ ἐκείνου κεφαλὴ καὶ τῷ Θεοφίλῳ προσάγεται. Τῶν οὖν τριχῶν αὐτῆς ἀψάμενος ἔφη· «Οὕτ´ ἐγὼ Θεόφιλος, οὕτε αὐ Θεόφοβος.» Ἐπὶ τούτοις οὐν ἐξηρεύξατο τὴν ψυχὴν δυσεντερίᾳ πρότερον συσχεθείς· τὸ δὲ ταύτης αἴτιον ψυχμοποσία Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ μεθυστὴς σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, καὶ μόνος ἕτη ιαʹ. Κατάγει δὲ αὐτὴν καὶ ἀποκείρει· μόνος γὰρ ἤθελε σκῆπτρα τὰ Ῥωμαίων ἰθύνειν, εἰ καὶ μὴ πρὸς καλὸν ἀπέβλεπε τὰ ἐκείνου. Τί γὰρ οὐκ ἔλεγε; Τί δὲ οὐκ ἔπραττε; Πολλάκις καὶ μηδέ τινος χρείας