Ancient Greek
309
Michael Glycas, Annales 309
Unproofread scanNot analysed yet
Κρατεῖ οὖν μετὰ Μιχαὴλ τὸν Μεθυστὴν Βασίλειος ἐ Μακεδὼν ἔτη κʹ. Οὗτος βρεφύλλιον ὤν, καθὼς φησι Ἰωναρᾶς. ἔκειτο τῷ ἡλίῳ θαλπόμενος ἅτε δὴ τῶν αὐτοῦ γονέων περὶ τὸ θέρος ἀσχολουμένων· πάνυ καὶ γάρ ἦσαν πτωχοί. Ἀετὸς δὲ τηνικαῦτα καταπτὰς ἐσκίαζεν αὐτὸν ταῖς πτέρυξιν. Ἡ γοῦν μήτηρ αὐτοῦ καὶ πολλάκις ἀποσοβῆσαι ἐπιχειρήσασα τοῦ τον. καὶ μὴ δυνηθεῖσα, ἀγαθὸν οἰώνισμα τὸ τοιοῦτον ἔκρινε δρᾶμα. Ἀλλὰ καὶ ἀπὸ κώμης ὁ Βασίλειος οὖτος ὥρμητο γειτονούσης τῇ μεγαλοπόλει Ἀδριανουπόλεως, καὶ ἀνδράποδον δὲ τοῖς Βουλγάροις συναπήχθη ποτέ. Φυγὼν οὖν ἐκεῖθεν πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ τῷ τοῦ ἀγίου Διομήδους προσπελάζει ναῷ, κἀκεῖσε ὑπνώττει ἐν κλίνῃ λιθοπλινθίνη. Τηνικαῦτα ὁ ἐκεῖσε νεωκόρος τρίτον ἀφυπνίζεται δι´ ἀγγέλου λέγοντος· «Ἔσω τὸν βασιλέα εἰσάγαγε» Πείθεται ὁ νεωκόρος. Οεραπείας ἀξιοῖ τὸν βασιλέα. Εἶτα τί; διὰ τὴν αὐτοῦ ἀνδρίαν τῷ Μιχαὴλ γνωρίζεται, τῶν ἵππων φροντιστὴς καθίσταται, μετὰ ταῦτα παράκοιτος καὶ τελευταῖον κράτωρ ἀναγορεύεται, τοῦ Θεοῦ τὰ τοιαῦτα καὶ σερὸ πολλοῦ πάντως δεικνύοντος. Ὅρα γὰρ ὅτι καί ποτε μετὰ τοῦ κυρίου αὐτοῦ τοῦ Θεοφιλίτη ἑν τινι τόπῳ ἀπῆλθεν ἔνθα διορατικὸς τις ἐτύγχανε μοναχὸς, ὅς τὸν μὲν Θεοφιλίτζην παρεώρα, τὸν δὲ Βααειον διὰ τιμῆς ἐποιεῖτο πολλῆς, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ὑπό τινος ἔλεγε βασιλέα ἱδεῖν αὐτὸν Ἐντικρυς. Κρατεῖ οὖν, ὡς εἴρηται, μετὰ τὸν Μιχαήλ ὁ Βασίλειος. Καὶ τῆς Ἐκκλησίας εὐθέως τὸν Φώτιον ἐξωθεῖ, καὶ πάλιν Ἰγνατίῳ τὸν θρόνον ἀποδίδωσιν. Ἀλλὰ καὶ τὴν γερουσίαν τηνικαῦτα. μετακαλεσάμενος τοὺς βασιλικοὺς ὑπανοίγει θησαυροὺς, ὥς φησιν ὁ Σκυλίτζης· καὶ ἀπό γε τῶν τοσούτων χρημάτων οὐδὲν ἄλλο εὕρηται ἢ χρυσοῦ καιντηνάρια τρία. Ποῦ δὲ ταῦτα καινοτομηθῆναι ἔφθασε μαθὼν Βασίλειος οἱκονοιεῖ καὶ πάλιν παὸ- πλοι. δημόσιον ἀντιστραφῆναι. Τὰ ἡμίση λοιπὸν ἀφ´ ὧν ἔλαβεν ἀπὸ τοῦ Μιχαὴλ ἕκαστος ἀφαιρούμενος ἐπισυνάγει χρυσοῦ κεντηνάρια τʹ. Τοσοῦτον δὲ καλῶς ὁ Βασίλειος ἧρχε καὶ τοσοῦτον δικαιότατος ἦν ὡς καὶ δικαστὰς τάξαι καὶ τὰὰς ὑποθέσεις ποιεῖν ἔν τε τῇ Μανναύρᾳ καθημένους καὶ τῷ ἱπποδρόμῳ. Ἐτύπωσε δὲ καὶ σιτηρέσια λαμβάνειν αὐτοὺς, ὥστε μὴ τῶν ὑποθέσεων καταφρονεῖν. Ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ὡς μὴ τῷ λιμῷ τηκόμενοι τὰς δίκας ἀπαγορεύοιεν. Λέγεται δὲ ὅτι καὶ κατιὼν ἐνταῦθα ποτε ὁ βασιλεὺς καὶ μηδέ τινα εὑρὼν ἐγκαλοῦντα, καὶ ὑποπτεύσας μή πως ἐμποδίζονται τοῦ πρὸς αὐτὸν εἰσέρχεσθαι οἱ ἀδικούμενοι, δορυφόρους ἀνὰ πᾶσαν τὴν οἱκουμένην ἔπεμψεν, ὧν δὴ καὶ ὑποστρεψάντων, καὶ μηδέ τινα τοιοῦτον λεγόντων εὑρεῖν, μεθ´ ἡδονῆς ἀπέσταξε δάκρυο.