Ancient Greek
310
Michael Glycas, Annales 310
Unproofread scanNot analysed yet
καὶ τῷ Θεῷ χάριτας ὡμολόγει, εἴγε κατὰ τὴν αὐτοῦ βασιλείαν οὐκ, ἔστιν ὁ ἀδικούμενος. τενοιοῖ [ἰεειι, πολὺ ἐν ρσαη ἰπνεπῖσεο ἀσετειι ῖ φοὶαιω ἰἱϛια λαὺονοί, μετὰ φηιλΠἱο Ιαονγηαε μετὰ, Βωοπρ ριαιοε εεἰεεε ο ε ἰροιαίο αοοἰῖεεει υι ποο ἐν ἰοἱμειε ἰαοιιἰΠ ΟρΡτΡεελΠε ἀἰοεοί. Ὁ εἰς ἀδοξίαν ἀπὸ δόξης περιπεσὼν παραμυθίας ἀπολαυέτω, τὴν ἄνω καὶ κάτο φοράν των τῆς ἁμάξης τροχῶν συστρέφων καθ´ ἑαυτόν· τῆς γὰρ ἀστάτου των ἀνθρώπων εὐδαιμονίας εἰκὼν αὕτη ἐστὶ προφανής. Ὁποῖον δὴ πάλαι πεποίηκε καὶ ὁ Σουλδάνος ἐκεῖνος ὁ βάρβαρος. Οὐτος γὰρ. ὑπὸ τοῦ τῆς Φραγγίας ἄρχοντος κατασχεθεὶς καὶ διετίαν ἐν τῆ φρουρᾷ ποιήσας οὐκ ὤφθη γελάσας ποτέ. Μετὰ δὲ ταῦτα γελάσαι τοῦτον ὁ Φράγγος μεμαθηκώς ἐρωτᾷ τὴν αἰτίαν. Καὶ ὃς ἔλεγε τροχὸν ἰδεῖν ἀμάξης ποτὲ ἄνω ποτὲ δὲ κάτω φερόμενον, καὶ τούτῳ τὰ κατ´ αὐτὸν παρεικάσας τὸ τοῦ βίου γελάσαι ἀνώμαλον. Τῷ Φράγγῳ λοιπὸν ᾠκείωτο ἔκτοτε, καὶ σύμβουλος ἦν ἐκείνῳ διὰ τὴν αὐτοῦ σύνεσιν. Ὁ ὡασίλειος δὲ μετὰ τὸ κρατῆσαι κατὰ Συρίας Π ὄ ρεΙΙΙΩΗ αρ ΒηείΙΠε ἰηρειλΠ Οοο ὥρμησε· καὶτΓερμανικόπολιν δέ τινα λεγομένην Ἄδατα πολιορκῶν, καὶ ταύτην ὁρῶν τῆς πολιορκίας ὀλιγωροῦσαν ἔφη· «Ἐφ´ ὅτῳ πεποιθότες ἀμερίμνως οὕτως ἔχουσι;» Γέρων δέ τις ἐκεῖθεν ἀπεκρίνατο· «Οὐ παρὰ σοῦ, ὦ βασιλεῦ, ἡ πόλις ἡμῶν ἁλῶναι νυνὶ πέπρωται, παρὰ δέ του τῶν σῶν ὡ Κωνσταντῖνος ὄνομα.» Καὶ ὃς ὑποδείξας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἤκουσεν ὡς Οὐκ ἔστιν αὐτὸς, ἀλλ´ ἕτερός τις μετὰ χρόνον συχνὸν ἐκ σοῦ ἀναφύς. Καὶ ὁ Βασίλειος ἵνα τὴν πρόῤόησιν διημαρτημένην ἐλέγξῃ, ἐπὶ πλέον τῇ πολιορκίᾳ προσέκειτό. Ἀλλὰ μηδὲν ἁνύσας κενὸς ἐκεῖθεν ὑπέστρεψεν Οὗτος ὁ Βασίλειος, ὅτι Μιχαλλ ἀνεῖλε τὸν Μεθυστὴν, οἷον ἐξιλασκόμενος τὸν Θεὸν, πολλαχοῦ τῆς πόλεος τῷ ἀρχιστρατήγῳ Μιχαήλ ναοὺς ἐδείματο ἐκ καινῆς, ὧν εἶς καὶ ἡ ἐν τῷ παλατίῳ λεγομένη Νέα. Ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν ἐπ´ ὀνόματι τῆς Θεοτόκου, ὡς ἂν ἔχοιεν οἱ πραγματευόμενοι οἷκον προσευχῆς. Πολλὰ μὲν οὖν καὶ ἄλλα καινουρvήσας ὁ Βασίλειος καὶ κινστέρναν ἀπεκάθηρέ τινα, ἦν ὁ βασιλεὺς Ἡράκλειος ἀπέχωσε, κῆπον αὐτὴν ποιήσας λαχάνων. Τοῦτο δὲ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸς τῆς Μανναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσακοῦ. Ὁ γὰρ Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος μαθὼν ὡς ἐξ ὕδατος αὐτὸν ἀνάγκη τελευτᾷν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις ἐποίησεν. Ὁ μέντοι τοῦ βασιλέως υἱὸς Κωνσταντῖνος νοσήσας ἀπέθανε. Καὶ ὁ αὐτοκράτωο τὸν αὐτοῦ θάνατον οὐ φέρων ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι