Ancient Greek
316
Michael Glycas, Annales 316
Unproofread scanNot analysed yet
τὴν τοῦ Τρύφωνος κατάβασιν. Ὑπέρχεται τὸν πατριάρχην. έγει· «Πολλὴ μὲν, ὦ δέσποτα, κατὰ σοῦ ὃ τοῦ ἕασιλέως ἐπίθεσις· πλὴν μηδὲν εὑρίσκοντες αἰτίαμα ἕτερον, μὴ εἰδέναι σε λέγουει γράμματα. Πληροφόρησον οὖν αὐτοὺς δι´ ἐπιγραφῆς τοῦ ὀνόματός σου, καὶ οὔτως αὐτῶν ἀποφράξεις τὰ στόματα.» Πείθεται ὁ πατριάρχης, καὶ γραμματεῖον ἄγραφον εἰληφώς, ἐπ´ ὄψει πάσης τῆς συνὁ ου ὑπέγραψεν οὕτως· «Τρύφων ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης.» Καὶ γράψας ἐκπέμπει διὰ ὰ ποῦ πρωτοθρόνου τοῦ βασιλεῖ. Ὅπερ λαβὼν ἀνὰ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προανυφάνας, παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὤν ἀφίσταται τῷ βουλομένῳ τοῦ θρόνου παραχωρῶν. Οὗτος ὁ τρόπος διὰ´ οὗ καθεῖλον τὸν Τρύφωνα. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄῤῥενες συμφυεῖς εκ μιᾶς προσελθόντες γαστρός. Ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνὸς, ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. Ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελειυ τῆσαι, ἐπειράσθησαν οἱ ἐμπειρότατοι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκός ἐτελεύτησεν. Ὁ μέντοι Ῥωμανὸς φρικωδεατάτοις ὅρκοις ἐαυτὸν καταδεσμήσας ὡς φύλαξ μὲν ἐσεῖται τοῦ πορφυρογεννήτου Κωνσταντίνου, βασιλείας δὲ οὐκ ἃν ἐρασθείη ποτὲ, οὐκ ἐνέμεινε τούτοις, ἀλλὰ πάντα κατὰ νῶτον θέμενος βασιλέα ἑαυτὸν ἀνηγόρευσεν, εῖτα τὸν πορφυρογέννητον. Ἔνθεν τοι καὶ ὁ Ῥωμανὸς τὸ τέλος ἄξιον εὔρατο· . κατάγεται γὰρ τῆς βασιλείας, καὶ ἐπὶ τὴν νῆσον Πρώτην ἀχθεὶς ἀποκείρεται, δρουγγάριος πρότερον των πλωίμων ὥν. Ὁ μέντοι υἱὸς αὐτοῦ τοῦ Λέοντος Κωνσταντῖνος ἂ πορφυρογέννητος κρατήσας ἔτη δʹ ἀναέίως Κυνε τὴν ἀρχήν· χαῦνός τε γὰρ ἐφαίνετο, οἴνου ττητο, ἀσυμπαθὴς τοῖς πταίουσιν ἦν, χυδαίοις τισὶ τὰς ἀρχὰς ἐνεπίστευσε, τῆς γαμετῆς αὐτοῦ Ἐλένης καὶ Βασιλείου παρακοιμωμένου τὰς ἀρχὰς ὠνίους παρασκευαζόντων ποιεῖν. Οὗτος μὲν οὖν ὁ Βασίλειος ἐκ παλλακῆς γεννᾶται Ῥωμανῷ τῷ Λα καπηνῷ, ὃν δὴ καὶ πατρίκιον παρακοιμώενον ἐτίμησεν ὁ διαληφθεὶς οὗτος Κωνσταντῖνος, ὃς δὴ καὶ πράξεων ἀγαθῶν οὐ παντάπασιν ἄμοιρος ἦν· τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν, μουσικὴν, ἀστρονομίαν, κεωμετρίαν καὶ πᾶσαν ἀπλῶς φιλοσοφίαν, ἐκ μα κροῦ χρόνου τῇ ἀμαθείᾳ καὶ ἀμελείᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο. Οὗτος ῥ Κωνσταντῖνος τῷ υἱῷ αὐτοῦ Ῥωμανῶ νυμφεύεται γυναῖκα δευτέραν, ἅτε τῆς πρώτης ἀποθανούσης,