Ancient Greek
317
Michael Glycas, Annales 317
Unproofread scanNot analysed yet
οὔ τινα τῶν ἐπιφανῶν, ἑκ χυδαίων δὲ φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, εἰς Θεοφανὼ δὲ τηνικαῦτα μετονομασθεῖσαν Τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιησαμένου, καὶ ἐν τῇ κώμῃ τῇ Ἡρακλέους λαὸν πεπομφότος εἰς προνομὴν, πρεσβύτερος[ γάρ] τις, ᾧ, Θέμελος ὄνομα, τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπών τὴν ἱερουργίαν καὶ ὡς εἰχε στολῆς ἐξελθὼν, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, τοὺς ἐπιόντας διὰ τούτου ἠμύνατο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν, ἱκανοὺς δὲ ἀπέκτεινε, καὶ τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψε. Παρὰ τοῦ ἐπισκόπου λοιπὸν τῆς λειτουργίας τούτου χάριν ἀποκλεισθεὶς, ἐπεὶ. μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσελήλυθε καὶ τὸν Χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἔγγιστα ταύτης ἠφάνιζε θέματα, ἀλλὰ] καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἕφθασεν. Ὁ μέντοι τοῦ γέροντος Ῥωμανοῦ υἱὸς Θεοφύλακτος ἓξ καὶ δέκα ἐτῶν ὢν, ἡνίκα τοὺς τῆς Ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, οὐδὲν ἐνέλιπεν ὄ μὴ μετεχειρίζετο χείριστον. Ἔρως δὲ ἴππων τοσοῦτον κατέσχεν αὐτὸν ὡς ὑπὲρ β αὐτοὺς κεκτῆσθαι. Τῆς μέντοι κομιδῆς φροντίζων αὐτῶν οὐ χόρτον παρετίθη, ἀλλὰ κόναρα, πιστάκια, φοίνικας, σταφίδας καὶ ἕσα τοιαῦτα παραιιννῖς αὐ τοῖς καὶ οἶνον εὐώδη βάλσαμόν τε καὶ κινάμωμον. Φασὶ δὲ καὶ τοῦτο, ὅτι λειτουργοῦντι ποτε κατὰ τὴν μεγάλην Πέμπτην ὁ ἱπποκόμος ἐπιστὰς ἔλενεν ὡς ἄρα τετοκυῖα εἴη ἐπίσημος φορβάς. Ὁ δ´ ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἀποπληρώσας, δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ἐωρακὼς πάλιν ὑπέστρεψε, τὴν τὥν ἀγίων παθῶν ἐκτελέσων ὑμνῳδίακ. Βιοτεύων οὖν ἀτάκτως καταστρέφει τὸν βίον ἔν τινι τείχει τῶν παραθαλαττίων, θραυσθεὶς ἱππαζόμενος καὶ αἷμα διὰ τοῦ στόματος ἀναγαγών· ἐντεῦθεν γὰρ δυσὶν ἔτεσι νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησεν, εὐνοῦχος ὢν καὶ τὰς Ῥολ φινιανάς οἰκοδομήσας, ὡς γέγραπται. Προχειρίζεται γοῦν ἀντ´ αὐτοῦ τίμιος ἀνὴρ, Πολύευκτος τοῦν νομα, μοναχὸς ὢν καὶ παιδόθεν ὑπὸ γονέων εὐνουχισθεὶς, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληδρος, τῷ βασιλεῖ κατά τι προσκεκρουκὼς, οὐ συνεχωρήθη