Ancient Greek
319
Michael Glycas, Annales 319
Unproofread scanNot analysed yet
δὴ τῶν ἐν Κρήτῃ Σαρακηνῶν ἐκπέμπει· καὶ ὃς πολλὰ μὲν εἰπὼν πλείω δὲ οἰκονομήσας, καὶ τὴν νῆσον αὐτὴν πολιορκῶν καὶ εἰς χεῖρας ἤδη ἔχων ἔμελλεν ἂν ἐπὶ πλέον αὐτήν καταδουλῶσαί τε καὶ καταχειρώσασθαι. ὄήμης δὲ κρατούσης ὅτι ὁ κατασχὼν αὐτὴν Ῥωμαῖος ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἄμα τῷ γνωσθῆναι τὴν τῆς νήσου κατέσχεσιν, ταῖς τοῦ Ἰωσήφ ὑποθήκαις ἀποστείλας ὁ Ῥωμανὸς τὸν Νικηφόρον ἐκεῖθεν μετεκαλέσατο Τηνικαῦτα καὶ Λέοντα Ζωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν ἐξαπέστειλεν εἰς ἀνατολὴν, καὶ ὃς γοααιῖ την καταδρομὴν ἐποιήσατο τῶν Σαρακηνῶν καὶ τοσαύτας ἀριστείας κατ´ ἐκείνων ἔστησεν ὡς μηδὲ λόγῳ δύνασθαι ταύτας διαλαβεῖν· πᾶσαν γὰρ τὴν ἀνατολὴν σχεδὸν ἐχειρώσατο. Ἐφ´ ᾧ καὶ μετὰ θριάμβου λαμπροῦ ὁ βασιλεὺς αὐτὸν ὑποδέχεται. Κατὰ ταύτας δὲ τὰς ἡμέρας ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου τοῦ Μωσηλὲ τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. Οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, τοῦ ἵππου τρέχοντος ὅσον ἠδύνατο, κατὰ τὴν ἱπποδρομίαν ἄνω καὶ κάτω ἐφέρετο. Τότε δὴ, τότε καὶ τὸ λοιμικὸν ἐπέδωκε πάθος, ἐπιόν τε αὐθις καὶ διαφθεῖρον τοὺς βοῦς· δ Κράβα κατονομάζεται. Φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λα βεῖν ἐπὶ τῶν ἡμερῶν Ῥωμανοῦ τοῦ γέροντος. Ἔγγιστα γὰρ τῆς Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτιον τοῦ Ῥωμανοῦ ἀναγείραντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὐρεθῆναι μαρμαρίνου κεφαλὴν, ἣν εὐρόντες καὶ συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. Ἐξ ἐκείνου δὲ καὶ μέχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσατο πανταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη. Ὁ μέντοι Φωκᾶς Νικηφόρος, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἀπὸ Κρήτης ἐπανελθεῖν οὐ συν εχωρήθη πρός γε τὴν βασιλεύουσαν εἰσελθεῖν, ἀλλ´ ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ διὰ τὸν Ἀποχαυδᾶν καὶ μᾶλλον τὴν ἐαυτοῦ ἦτταν ὥσπερ ἀνακαλούμενον. Πάλιν οὖν κατὰ Συρίας ὁρμήσας ὁ Φωκᾶς κατὰ κράτος τε αὐτὸν ἥττησε, καὶ λείαν πολλὴν ἐκεῖθεν ἀφείλετο, καὶ τῶν αἰχμαλώτων ἠλευθέρωσε Χριστιανῶν ὅτι πολλούς. Ἐσὶ τούτοις ὁ θασιλεὺς τελευτᾷ Ῥωμανὸς, ἐτῶν κδʹ, καὶ διαδέχονται τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρὶ αὐτῶν, καὶ κρατοῦσιν ὡσεὶ μῆνας εʹ. Ὁ δὲ Φωεᾶε εἰσέρχεται ἐν Κωναταντινουπόλει κελεύσει τῆς βασιλίσσης, εἰ καὶ τὰ τοιαῦτα κωλύων ἦν ὁ τὰ πρῶτα τηνικαῦτα παρὰ τοῖς κρατοῦσι φέρων Ἰωσήφ. Δεδιὼς οὖν ἐπὶ τούτοις ὁ Φωκᾶς εἰσέρχεται λάθρα πρὸς τὸν Ἰωσὴφ, καὶ δεικνύει αὐτῷ ὅπερ ἐντὸς ἐνεδέδυτο τρίχινον, πληροφορῶν αὐτὸν, καὶ λέγων ὡς πάλαι ἂν ἐξέστη τῶν βιωτικῶν συρφετῶν δι´ ἔρωτα μοναχικὸν, εἰ μή · τὸ τῶν κρατούντων