Ancient Greek
320
Michael Glycas, Annales 320
Unproofread scanNot analysed yet
μὰῶν Ἰωσήφ πίπτει παρὰ τοὺς πόδας αὐτοῦ λέγων ὡς οὐκ ἄν ποτε πιστεύσειέ τινι κατ´ αὐτοῦ λέγοντε, ἔξεισιν οὖν ἐκεῖθεν ὁ Φωκᾶς, Καὶ τηνικαῦτα τὸν Ἰωσὴφ μετάμελος ἔσχηκεν, ὅτι τὸ θήραμα ἐντὸς ἔχων ἀρκύων ἀπώλεσε. Γράφει λοιπὸν πρὸς τὸν Τζιμισχῆν Ἰωάννην, στρατηγὸν τηνικαῦτα τῶν ἀνατολῶν ὑπάρχοντα, ἄνδρα θυμώδη καὶ δραστήριον καὶ μετὰ τὸν Φωκᾶν ἐν στρατηγοῖς ἐπισημότατον Ὁμοίως δὲ καὶ πρὸς ἑτέρους ἕγραψεν, ὡς εἴγε διαναστάντες τὸν Φωκᾶν καθαιρήσουσι καὶ μοναχὸν ἀποκείρουσι, τὸν μὲν Ἰωάννην δομέστικον τῆς ἀνατολῆς, ὁ δὲ αὖθίς τινα προβαλεῖται τῆς δύσεως, Ἀλλὰ πάντες οὗτοι σχετικῶς ἔχοντες πρὸς τὸν Νι κῃφόρον ὑποδεικνύουσιν αὐτῷ τὰ γράμματα καὶ διεκερθῆναι πρὸς ἀλκὴν ἀναπείθουσιν. Ἔκτοτε λοιπὸν ὑπὸ τῶν τῆς ἀνατολῆς στρατευμάτων ἀπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισχῆ βασιλεὺς ἀναγορεύεται ὁ Φωκᾶς, ἔρωτα δὴ καὶ πάλαι τῆς βασιλείας ἔχων μάλιστα τῆς βασιλίσσης Θεοφανοῦς. Ἔρχεται οὖν οὕτως ἔχων πρὸς Χρυσόπολιν, κἀκεῖθεν διαπεραιοῦται πρὸς τὸ Ἔβδομον, καὶ μετὰ παντὸς τοῦ λαοῦ διὰ τῆς χρυσῆς πόρτης πρὸς τὴν ἐκκλησίαν εἰσέρχεται, καὶ παρὰ τοῦ Πολυεύκτου τῷ διαδήματι στέφεται, καὶ κρατεῖ ἔτη ϛʹ. Τὴν μέντοι Θεοφανὼ πρῶτα μὲν τῶν βασιλικῶν κατάγει ὁ Φωκᾶς καὶ ἐξὸριστον τίθησιν, ὥσπερ δὴ καὶ τὸν Ἰωσὴφ, τὸν δὲ πατέρα αὐτοῦ προχειρίζεται Καίσαρα. Μετὰ δὲ ταῦτα τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποβέμενος ἄγεται νόμιμον γυναῖκα τὴν Θεοφανώ. Τότε δὴ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδος ὁ ἐκ τῆς προτέρας αὐτοῦ γαμετῆς ἀποτεχθεὶς υἱὸς, ἱππαζόμενος ἐν τῷ πεδ ῳ καὶ τῳ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ ἦλεύση. μετὰ δόρατος βληθεὶς ἀκουσίως τεθνηκε Τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νεᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων αὐτὸν ἀ ἦΙοὶύευκτος καὶ ταῖς ἱεραῖς ἐγκύρσας κιγκλίσιν εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, τὸν δε Φωκᾶν ὄπισθεν ἐξωθεῖ ἐπειπὼν ὅτι Οὐκ ἐξεστί σοι εἰσεὶ Ἀεῖν. εἰ μὴ ἐπιτίμια δέξῃ δευτερογαιοῦντος, Διεδί δοτο δὲ καὶ λόγος ἀπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε ]τὴν Ἐκκλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεωφανοῦς ἐνὸς παιδίου. Ταῦτ´ ἄρα καὶ ὁ πατριάρχης ἐπὶ πλέον ἀνέτεινεν. Ἔτι δὲ ἀναβαλλόμενον τὸν iολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν. Ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἀφ´ οὗ καὶ μᾶλλον ἡ τοιαύτη φήμη κατέσχεν ἅπαντας, δι´ ὅρκων ἐβεβαιοῦτο μηδέν τι τοιοῦτον ἐπισυμβῆναι τῷ Φωκᾷ. Ὁ μέντοι Πολύευκτος, καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανὸν. τὸ τῆς συντεκνίας ἔγκλημά συγκεχώρηκε, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ὰπιτίμια θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. Ὁ μέντοι Φωκᾶς καὶ βασιλεύων κατὰ Συρίας