Ancient Greek
322
Michael Glycas, Annales 322
Unproofread scanNot analysed yet
ἐκάκου τὰξιιδίοις, κατὰ μηδὲν αὐτοὺς παραμυθούμενος. Ἀλλὰ καὶ τὰ παρὰ βασιλέων τινῶν εἰς εὐαγεῖς ναοὺς τυπωθέντα δίδοσθαι τέλεον ἔκοψα, πραΚφάσει τοῦ τὸ δημόσιον σπανίζειν. Χωρὶς αὐτοῦ ἐπίσκοπος οὐν ἐώῃοίετο. Ἀλλὰ καὶ θανόντων ἐπισκόπων βασιλικὸς ἄνθρωπος ἐκεῖσε ἐστέλλετο. Ἐσπούδαζε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις θνήσκον. τας τιμᾶσθαι ὡς μάρτυρας, τὴν ψυχικὴν σωτηρίαν ἐν μόνῳ πολέμῳ θέμενος καὶ οὐκ ἐν ἄλλῳ τινί. Πρὸς ὅπερ ἡ σύνοδος ἀντέστη, τὸν τοῦ μεγάλου Πασιλείου κανόνα σύμμαχον ἔχουσα τὸν ἐκτεθέντα διά γε τοὺς ἐν πολέμῳ θνήσκοντας. Πολλὰ δὲ καὶ τὴν πόλιν ἐκάκωσε, τὸ τεῖχο, κτίζων τῶν παλατίων. Τούτο δὲ ἐποίει δεδιὼς τὰ τηνικαῦτα λεγόμενα· τοῦ παλατίου καὶ γὰρ ἐντὸς θανεῖν αὐτὸν προετεθέσπιστο. Κατ´ ἐκεῖνο δὲ καιροῦ καὶ ἡλίου ἔκλειψις γέγονε περὶ τρίτην ὥραν τῆς ἡμέρας, ὥστε. καὶ Κστρα φανῆναι. Ἡ μέντοι Θεοφανὼ τὴν τοῦ ΝικηΚφόρου συνουσίαν ἀπεστρέφετο. Τίνος ἕνεκεν; ὅτι βίον ἐκεῖνος εἶχε σώφρονα, σαρκικῶν ἀπείχετο μίξεων, χαμευνίαις ἔχαιρεν. Ὅθεν οὐκ ἀρεσκομένη τούτοις ἡ Θεοφανὼ τὸν Τζιμισχῆν μεταπέμπεται, κατά γε τὴν ἑαυτοῦ καθήμενον οἶκον· ἔφθασε γὰρ ὁ Φ. κᾶς διά τινα ὑποψίαν παραλύσας αὐτὸν τῆς τοῦ δομεστίκου ἀρχῆς. Νυκτὸς οὖν ια´ τοῦ Δεκεμβρίου μηνὸς, λόγου ιγʹ, ἔτει ϛυοηί ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν χειροποίητον κάτωθεν τοῦ παλατίου λιμένα, κἀκεῖθεν ἀνάγει τοῦτον διὰ κοφίνου σὐν πᾶσι τοῖς ὑπ´ αὐτὸν, Μιχαὴλ τῷ Βούρτζη, ΚΑέοντι ταξιάρχῃ τῷ Ἀβαλάντῃ, τῷ τοῦ Τζιμισχῆ Ἀτζιποθεοδώρῳ καὶ ἑτέροις τισί. Καταλαμβάνουσιν οὖν αὐτὸν ἐπ´ ἐδάφους κοιμώμενον. Ἔνυξεν ὁ Τχικισχῆς τὸν πόδα αὐτοῦ, καὶ δὴ μικρὸν ἀνεκάθισε. Καὶ τηνικαῦτα κατὰ τοῦ κρανίου αὐτοῦ κατάγει ὁ Ἀβαλάντης τὴν σπάθην. Εἰτα πρὸς τὸν Τχιμισχῆν ἐπὶ τῆς βασιλικῆς κλίνης καθίσαντα φέρουσιν αὐτὸν ἐμπαροινοῦντες καὶ βλασφημοῦντες εἰς αὐτὸν, μηδὲν ἄλλο λέγοντα ἡ, «Κύριε, ἐλέησον,» καὶ, «Θεοτάκε. βοήθησον.» Ἐπεὶ δὲ ὑπὸ τῶν παρακοίτων ἤδη κατεφωράθησαν καὶ πολλοὺς ἐώρων βοηθήσαντας, τὴν κεφαλὴν αὐτοῦ ἀποτέμνουσι καὶ διὰ θυρίδα -αὐτὴν ὑποδεικνύουσιν. Ὅθεν καὶ ἔνθεν κἀκεῖΚρατεῖ οὖν μετὰ τὸν φωκᾶν ὁ Τζιμισχῆς ἔτη ἐξ, Β συμβασιλεύοντας ἔχων αὐτῷ τοὺς υἱοὺς Ῥωμανοῦ Βακίλειον καν Κωνσταντῖνον. Μεταπέμπεται δὲ Βασίλειον παρακοιμώμενον ἅτε δραστήριον ὄντα παντάπεσι καὶ ἱκανὸν, ὃν δὴ καὶ ὁ Φωκᾶς πρόεδνον ἐτίμησε. Τότε δὴ τότε τοῦ ἀξιώματος παρ´ αὐτοῦ Κὑρεθέντος, ἔρχεται τηνικαῦτα πρὸς τὴν μεγάλην Ἐκκλησίαν. Ἀλλ´ οὐ προσδέχεται αὐτὸν ὁ Πολύευκτος, λέγων· «Εἰ μὴ ἄξια ποιήσεις μετανοίας, οὐκ Ἀπιβήσῃ τοῦ θείου ναοῦ.» Ἔνθεν τοι καὶ πάντα ὑπέσχετο ποιῆσαι. Εἶπε δὲ μὴ αὐτόχειρα γενέσθαι αὐτὸν τοῦ φωκᾶ, Ἀβαλάντην δὲ καὶ Ἀτζιποθεόδω ρον κελεύσει τῆς δεσποίνης. Ἡν δὴ καὶ ἐξορισθῆναι