Ancient Greek
321
Michael Glycas, Annales 321
Unproofread scanNot analysed yet
ἔστρεψε, φέρων μεθ´ ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς, μορφῆς τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ἅγιον κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκὼς, καὶ τῶν τριχῶν τοῦ Βαπτιστοῦ Ἰωάννου βόστρυχον ἐμπεπιλημένον αἴματι. Τοιοῆ τος δὲ ὁ Νικηφόρος ὤν καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματαατέσχε γὰρ πόλιις πλέον τῶν ρ´ καὶ φρούρια Κιλικίας Συρίας καὶ Φο. νίκης, ὧν μέγιστα καὶ ἐπίσημα ἡ Ἀνάβαρζα, ἡ Ἄδανα, καὶ τὰ λοιπὰ ἡ Μάμιστα ἡ καὶ Μόώου ἐστίλεγομένη, ἡ Ταροὸς, τὸ Παγρὰ, τὸ Συνέφιον, τὸ Χάλεπ, ἡ Λαοδίκεια, ἔθετό τε ὑποφόρους τὴν ἐν Φοινίκῃ τε Τρίπολιν καὶ τὴν Δαμασκὸν ἀλλ´ ὅμως μισητὸς παντὶ ἀνθρώπῳ γέγονε, καὶ πάντες τὴν αὐτοῦ καταστροφὴν ἐδίψων ἰδεῖν· εἰ γὰρ καὶ πλεῖ στα ἐπέλαμπον αὐτῷ τὰ κάλλιστα, ἀλλὰ καὶ Είο. κακὰ κατεσπίλουν αὐτὸν, ἢ τε τῆς Θεοφανοῦς ἀθέκαὶ ἀφιλότιμον. Λιμὸς καὶ γὰρ τὴν πόλιν κατέσγε ποτὲ, ὡς ἕνα μέδιμνον χρυσῷ πωλεῖσθαι νομίσματι. Μανθάνει τοῦτο Φωκᾶς, καὶ μικροπρεπῶς τὸ πάθος ἰᾶται· τὰς δημοσίας καὶ γὰρ σιτοθήκας ἀνοίξας δίο μεδίμνους τῷ νομίσματι πωλεῖσθαι ἐκέλευσεν, οὐ τὸν Μακεδόνα Βασίλειον ἐν τούτῳ μιμησάμενος οὕτος γὰρ τοὺς Βυζαντίους πενθοῦντας ἱδὼν, καὶ μαθώὼν ὡς ὁ λιμὸς αἴτιος τοῦ πενθεῖν αὐτοὺς, δώ. εκα μεδίμνους κελεύει πωλεῖσθαι τῷ νομίσματι. Ἀλλὰ καὶ τοῦ βασιλέως Φωκᾷ κατ´ ἐκεῖνο δὴ και ροῦ ἐξελθόντος ὥστε γυμνάσαι τὸν στρατὸν. ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν· «Σὺ δὲ, ὧ ἄνθρωπε, γέρων ὤν πῶς τοῖς ἐμοῖς στρατιώταιἐπείγῃ συναριθμηθῆναι;» Ὁ δ´ εὐστόχως ὑπολαβών· «Πολλῷ δυνατώτερός εἰμι νῦν» ἔφη «ἢ ὅτε ἤκμαζον. »Ὁ αὐτὸς δέ, «Καὶ πῶς τοῦτο;» ἐρόμενος, ἔφη ὅτι τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπεφόρτιζον, ἐπὶ δὲ τῆς σῆς βασιλείας δύο χομισμάτων σῖτον ἐπὶ τῶν ὥμων φέρω. Ευνεὶς οὖν Ἀλλὰ καὶ τὰς ἀριθμηθείσας ἄνωθεν πόλεις καθελών, τὴν Ἀντιόχειαν μόνην ἀφῆκε παρελθὼν, καὶ ταῦτα δυνάμενος αὐτὴν καθελεῖν. Ἐξεπίτηδες δὲ πάντως ἀφῆκε, δεδιὼς τὸν φημιζόμενον λόγονἐλέγετο γὰρ ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιο χείας καὶ ὁ βασιλεὺς τεθνήξεται. Ὅθεν καὶ περὶ τὰ μέρη ἐκεῖνα τὸν Μιχαὴλ Βούρτζην ἀφεὶς φύλακα καὶ Πέτρον τινὰ εὐνοῦχον στρατοπεδάρχην, και ἐνσκήψας αὐτοῖς μηδαμοῦ τῇ Ἀντιοχείᾳ προσβαλεῖν, πρός γε τὴν βασιλεύουσαν ἔρχεται. Ἀλλ´ ὁ Βούρτζης θέλων αὐτῷ περιποιήσασθαι ὄνομα τῶν μὲν ἐκείνου λόγων καταφρονεῖ, παντοίως δὲ τὸν πόλιν πολιορκήσας κατέσχεν αὐτήν. Ταῦτα πυθόμενος ὁ Φωκᾶς, καὶ οὐκ ὀλίγα δυσχεράνας, ὕβρεσί τε πλύνει τὸν Βούρτζην καὶ τῆς ἀρχῆς παραλύει. Ἐντεῦθεν οὖν τὸ κατ´ αὐτοῦ μῖσος λαμβάνει ἀρχήν. Πρὸς τούτοις δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοῖς συχνοῖς