Ancient Greek
328
Michael Glycas, Annales 328
Unproofread scanNot analysed yet
κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον, καὶ εἰσελθὼν οἰκτοῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ. Κατὰ ταύτην μὲν οὖν τὴν νύκτα μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως δῆθεν Ῥωμανοῦ. Ἀλλ´ ὁ πατριάρ χης ἐλθὼν αὐτὸν μὲν εὑρίσκει νεκρὸν, ἡ δὲ βασιλὶς Ζωὴ ἐν τῷ χρυσοτρικλινίῳ προκαθίσασα ἐξάγει τὸν Μιχαὴλ, καὶ καταναγκάζει τὸν πατριάρχην ἰερολογῆσαι τοῦτον αὐτῇ. Ὁ δὲ πατριάρχης ἐπὶ τῷ πράγματι ἐκπλαγεὶς τὴν ἱερολογίαν, ὡς εἰκὸς, ἐνεδοίαζεν. Ἔνθεν τοι καὶ ὁ Ἰωάννης σὺν τῇ Ζωῇ νʹ μὲν χρυσοῦ λίτρας τῷ πατριάρχῃ, ν´ δὲ ὁμοίως τῷ κλήρῳ ἐπιδοὺς ἔπεισε ἱερολογίας ἀξιῶσαι αὐτούς. Καὶ ὁ μέν Ῥωμανὸς ἐν τῇ ὑπ´ αὐτοῦ νεουργηθείσῃ ἐκκλησίᾳ θάπτεται τῆς περιβλέπτου Κρατεῖ δὲ ὁ Μιχαήλ σὺν τῇ Ζωῇ ἔτη ζʹ. Ἀλλ´ ἡ) Ζωὴ αὔτη ἐλπίζουσα τῷ Μιχαὴλ ἀντὶ δούλου κεχρῆσθαι ἀστόχει τοῦ σκοποῦ, Ὁ γὰρ Ἰωάννης δραστήριος ὢν, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ αὐτοῦ, πάντας μὲν τοὺς προσόντας αὐτῇ θαλαμηπόλους, ναὶ μὴν καὶ τὰς οἰκειοτάτας θεραπαινίδας ἐξ αὐτῆς ἀποσπᾷ, καὶ οὐδὲ τὸ τυχὸν παρ´ αὐτῆς ἐνεργεῖται εἰ μή γε κατὰ γνώμην Ἰωάννου. Οὗτος μὲν οὐν καὶ τὸ ὑπήκοον ἐξημέρου παντοίως καὶ πάντα μετεχειρίζετο. Ὅτι δὲ τὰ γεγονότα οὐκ ἀρεστὰ ἦν τῷ Θεῷ, δέδεικται καὶ ἐκ προοιμίων αὐτῶν· κατὰ γὰρ τὴν ιαʹ ὥραν τῆς ἀγίας μεγάλης Κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ γενναία, ὡς συντριβῆναι μὴ μόνα τὰ δένδρα, τά τε κάρπιμα καὶ τὰ ἄκαρπα, ἀλλὰ δὴ καὶ οἰκίας καταπεσεῖν καὶ ναούς. Γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν μετὰ τὸ Πάσχα Κυριακὴν, περὶ ὥραν τρίτην τῆς νυκτὸς, τῇ ὑπερβολῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος ὡς καὶ ἥλιον ἀνατεῖλαι δοκεῖν· ὁ μέντοι βασιλεὺς ἐλήφθη δαιμονίῳ, ὃ καὶ σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα. Καὶ παρέμεινε τὸ τοιοῦτον ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς. Κατ´ ἐκεῖνο δὴ καιροῦ καὶ τοιοῦτόν τι συνέβη ἐν τῷ θέματι τῶν Θρᾳκησίων. Βαράγγων διεσπαρμένων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ´´ ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς, ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. Ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγον, καὶ εὐθὺς ἀναιρεῖ. Τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ, συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι καὶ τὴν ἄπασαν οὐσίαν τοῦ βιαστοῦ ταύτῃ διδόασι, κἀκεῖνον ἄταφον ῥίπτουσι. Τότε δὴ καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθε τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ οἰκιῶν ουμπτώμα σι, σειομένης τῆς νῆς ἄχρις ἡμερων μʹ. Τῷ δέ γε Σεπτεμβρίῳ