Ancient Greek
329
Michael Glycas, Annales 329
Unproofread scanNot analysed yet
μηνὶ, τφμγ´ ἔτει, ἰνδικτιῶνος τρίτης, πυρὸς ἐφαίνετο στῦλος κατὰ τὴν ἑῴαν, τὴν κορυφὴν κακολλήΚμένην φέρων πρὸς μεσημβρίαν· καθ´ ἣν ἡμέραν καὶ οἱ Σαρακηνοὶ ἦραν τὰ Μύρα, καὶ ἄλλα δὲ δεινὰ πολλὰ συνέβησαν. Ὃ μέντοι βασιλεὺς Μιχαὴλ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀποκλαιόμενος ἦν τὴν εἰς τὸν Ῥωμανὸν ἁμαρτάδα, τὸν Θεὸν ἱλασκόμενος δι´ ἁγας θοεργιῶν καὶ κτίσεως μοναστηρίων, καὶ ἄλλας δὲ πρὸς τούτοις πράξεις ἐτέλει χρηστάς. Αὗται δὲ ἀνύσιμοι ἂν ἦσαν, εἰ τὴν βασιλείαν τε ἀπέῤῥιψε δι´ ἡν τὰ τοιαῦτα κακὰ, καὶ εἰ τὴν μοιχάδα ἀπώσατο καὶ καθ´ ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. Τούτων δὲ μηδὲν πεπραχὼς, ἀλλ´ ἐκείνῃ συνὼν καὶ τῆς βασι. λείας ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, κἀντεῦθεν νομίζων τυχεῖν συγχωρήσεως, ἀνόητον διελογίζετο τὴν βεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὡνούμενο τὴν μετάνοιαν Κατ´ ἐκεῖνο δὲ καιροῦ καὶ σεισμοῦ γεγονότος χάσματα γεγόνασιν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν χωρία πέντε. Ἔνθα καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι συνέβαινεν ἂν, διαφυγόντα δὲ παρ´ ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μονακόν. Τηνικαῦτα δὲ καὶ αὐχμοῦ γενονότος ὡς ἐπὶ μῆνας ξ μὴ κας ταῤῥαγῆναι ὑετὸν, λιτανείας ἐποίησαν οἱ τοῦ βασιλέως ἀδελφοί, καὶ ὁ μὲν Ἰωάννης τὸ ἅγιον ἐβάσταζε μανδήλιον, ὁ δὲ μέγας δομέστικος τὴν πρὸς ΑὔγαΚρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ τὰ ἅγια σπάργανα, Καὶ πεΓοὶ ὀδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο μέχρι τῶν Βλαχερνῶν. Οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζαι παμμεγέθεις καταῤῥαγεῖααι συνέτριψαν τά τε δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. Ὁ μὲν οὗν βασιλεὺς, κατατεινόμενος ὑπὸ τοῦ δαίμονος ἐπὶ πλέον, ἔπεμψεν ἐν τοῖς θέμασι καὶ ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νουίπματα βʹ, τοῖς δὲ μοναχοῖς ἀνὰ νομίσματα ἕν· ἐπὶ πλέον τὸ κακὸν ἐπετείνετο, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. Κατὰ τοῦτο καὶ ὁ βασιλεὺς διέτριβε τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου Δημητρίου τοῦ πάθους ἕνεκεν· τῶν γὰρ κοσμικῶν πραγμάτων οὐδαμῆς ἐφρόντιζεν, ὑπὸ τοῦ Ἰωάνννου τούτων διοικουμένων. Ἐπὶ τούτοις δὲ καὶ συνεχῶς τὴν οἰκουμένην ὃ Θεὸς ἔσειε, καὶ δείματα κατεῖχον αὐτὴν, ἐν οὐρανῷ μὲν κομητῶν ἐπιτολαὶ, ἄνεμοι ἐναέριοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι· ἃ δὴ καὶ προεμήνυον τὴν μετ´ οὐ πολὺ γενησομένην τῶν κρατούντων καταστροφήν. Ὁ τοιοῦτος δὲ Ἰωάννης ὠνίους τὰς ἀρχὰς ποιούμενος μυρίων κακῶν τὴν οἰκουμένην ἐνέπλησε. Διὰ γὰρ τοῦτο καὶ τοὺς Βουλγάρους ἀντιστῆναι πεποίηκε· τοῦ γὰρ Βασιλείου ἐν εἴδεσί τισι τὴν ἀπαίτησιν ποιουμένου καθῇ δὴ καὶ ὁ Σαμουὴλ, ὁ Ἰωάννης οὖτος διὰ νομισμάτων ἐδασμοφόρει αὐτοὺς, περιέστη κράτος ὡς εἰς κληρονόμον τὴν βεσιλίδο