Ancient Greek
336
Michael Glycas, Annales 336
Unproofread scanNot analysed yet
οὐκ ἤθελεν, ἐφ´ ᾧ καὶ ἄρδην ἀπόλλυται. Ὑπὸ τὸν Λιβιτζὸν δὲ σκηνοῖ ὁ βασιλεὺς, καὶ ὑετοῦ καὶ νιφετοῦ πολλοῦ καταῤῥαγέντος μηνὶ Σεπτεμβρίῳ, ἡμέρᾳ τῆς πρωτομάρτυρος Θέκλης, πολὺς τοῦ στρατοῦ γέγονε φθόρος. Ὁ δὲ βασιλεὺς ὑπὸ δρῦν ἔστη τινὰ σκέπης ἕνεκεν, μετ´ οὐ πολὺ δὲ ἠχῆς γενομένης ἐκ τῆς δρυὸς πρόεισι μικρὸν ὁ βασιλεὺς ὡς μὴ τῶ μήκει ταύτης καταλαμβάνεσθαι, καὶ ῥιζόθεν αὐτὴ ἀνασπασθεῖσα ὑπτία τῇ γῇ καταπίπτει. Ὅθεν ἐννὸς ὁ βασιλεὺς γέγονεν, ἰδὼν ὅθεν ἐῤῥύσθη. Ἡν δὲ οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβὰν, προοίμιον δὲ τῶν ἐπισυμβησομένων αὐτῷ. Μετὰ δὲ ταῦτα κυνηγεσίοις ἐψυχαγωγεῖτο περὶ αὐτὴν τὴν Νεάπολιν. Περὶ δὲ ὥραν ἀρίστου φως ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε. Χοῖρος δέ ποθεν φανείς ἐφ´ ἑαυτὸν τὸν βασιλέα ἐπεκαλέσατο · ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξήλαυνεν. Ὡς οὖν ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς εὐθὺς τῷ ἀστραπηβόλῳ φωτὶ ληφθεὶς τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ ἀφρίζων κατὰ γῆν ἐκυλίετο· ἐμβληθεὶς οὖν ἀκατίῳ πρὸς τὰ βασίλεια διεσώζετο. Τούτῳ δὲ τῷ τρόπω κακουχούμενος ἐπὶ πολὺ μετανοίᾳ χρᾶται, καὶ τῆς βασιλείας, ἧς ἀδίκως ἐπελάβετο ἐκὼν ἐξίστασαι καὶ ταύτην ἑτέρῳ δίδωσι, ῥάκια ἀμφιέννυται καὶ τῇ μονῇ τοῦ Στουδίου ἑαυτὸν ἐπιδίδωσι. Τοσαύτῃ ταπεινώσει καὶ πρός γε τὸν προεστῶτα ὑποταγῇ ἐχρᾶτο ὡς καὶ θυρωρ´ ν αὐτὸν γενέσθαι. Λέγεται δὲ σωφρονέστατον αὐτὸν εἶναι. Στρατοπεδάρχου γὰρ Κντο· αὐτοῦ καὶ νεφρίτιδι συσχεθέντος ὡς καὶ πάρετον πάντη γενέσθαι, συνεβούλευον οἱ ἰατροὶ μετὰ μυρίας ἄλλας ἐπαγωγὰς καὶ γυναικὶ χρήσασθαι Ὁ δ´ οὐκ ἐπείθετο. Εἰπόντων δὲ, «Εἰ μὴ τοῦτο ποιήσεις · . ἀνάγκη σοι καυτηρίᾳ χρήσασθαι κἀντεῦθεν ἀπαιδία συσχεθῆναι,» -π«Ἀρκοῦσί μοι,» ἔλεγεν «ὁ Μανουήλ καὶ ἡ Μαρία, οἱ ἤδη μοι χάριτι Θεοῦ γενόμενοι· τούτων μὲν γὰρ ἄνευ τυχεῖν ἔστι τῆς βασιλείας τοῦ Θεοῦ, σωφροσύνης δὲ δίχα οὐδεὶς βψεται τὸν Θεόν.» Ἐπὶ τούτοις δὲ καὶ ἡ βασιλὶς Αἰκατερῖνα καὶ ἡ θυγάτηρ Μαρία παρὰ τῇ μονῇ τῇ Μυρελαίου διῆγον ἀσκητικὸν βίον βιοῦσαι. Θνήακει ὀ βασιλεύς. Σορῷ κατατίθεται, ἥτις καὶ πλησθεῖσα ὕδατος ὑπονοεῖν ἄπασι δέδωκεν ὅτι δίκην ἐνταῦθα ἔτισε διά γε τὸν ἐμφύλιον πόλεμον, τὰς τῆς συγκλήτου ἀποστερήσεις, τὰς τῶν μοναστηρίων, ὡς ἄνωθεν εἴρηται, καθαρπαγὰς, καὶ θσα ἄλλα τοιαῦτα. Θάπτεται δὲ τῇ μονῇ τοῦ Στουδίου, Κρατεῖ δὲ μετὰ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας ἔτη ζʹ, ἐπιεικὴς ἀνὴρ καὶ μέ τριος, τὴν σύγκλητόν τε καὶ τό δημοτικὸν τιμῶν ἀξιώσας. Ἐπανορθοῖ δὲ καὶ τοὺς ἐκπεσόντας τῶν οἰκείων τιμῶν παρὰ τοὺ Κομνηνοῦ. Ἀπῆλθέ ποτε