Ancient Greek
337
Michael Glycas, Annales 337
Unproofread scanNot analysed yet
κατὰ τὴν μνήμην τοῦ μεγαλομάρτυρος Γεωονίοω ἐν μονῇ τῶν Μαγγάνων, αἰδοῖ τοῦ ἀγίου. Καὶ τηνικαῦτα βουλὴ κατ´ αὐτοῦ· διὰ θαλάττης γὰρ ἐπανελθεῖν πρὸς τὰ βασίλεια μέλλοντα ἀποπνῖξαι αὐτὸν ἐμελέτων οἱ προὔχοντες. Ἀλλ´ οὐδὲν ἤνυσανἐγνώσθη γὰρ ἐκείνων τὸ βούλευμα. Ὁ δὲ Δούκας οὐδενὸς ἄλλου ἐφρόντιζεν ἣ λόγων σεκρετικῶν, δικανικῶν, συκοφαντικῶν, ἐφ´ ᾧ κἀν ταῖς δίκαις προᾷεδρεύων ἦν ἐπὶ τοσοῦτον, ὡς καὶ αὐτοὺς τοὺς στρατιώτας τὰ στρατιωτικὰ καταλεῖψαι καὶ λόγους δικανικοὺς ἐκπαιδεύεσθαι, ὃ δὴ καὶ τοὺς Τούρκους ἠρέθισε κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀδεῶς τὰ ἐκείνων ληθζεσθαι. Καὶ τὰ μὲν κατὰ τὴν ἀνατολὸν ὡς σως εἶχε. Κατὰ δέ γε τὴν δύσιν ἔθνος Οὐζικσν κύθαι δὲ οὗτοι καὶ τῶν Πατζινακων οἰ εὐγενέστεροι τὸν Ἴστρον διαπεραιώσαντες, ὡσεὶ μυριάδες ξʹ, καταδράμὴν ὅτι πολλὴν τῶν Ῥωμαίων ἠπείλουν. Μανθάνει ταῦτα ὁ βασιλεὺς, καὶ οἷα φιλοχρήματος καὶ τὸν ὀβολὸν παντὸς προτιμῶν, κἀντεῦθεν μηδὲ στρατὸν ἀξιόλογον ἔχων, ἐξέρχεται εἰς Χοιροβάκχους, μεθ´ ἑαυτοῦ φέρων οὐχὶ πλείσυς ἢ ρν´ στρατιώτας,. Πλὴν κελεύσει αὐτοῦ νηστείαις καὶ προσευχαῖς καὶ λιτανείαις πρὸς Θεὸν πάντές ἐχρήσαντο, ἐφ´ ὡ καὶ μετ´ οὐ πολὺ ὁ τῶν βαρβάς ρων μηνύεται ὄλεθρος, λοιμῷ καὶ λιμῷ θείᾳ πραμηθείᾳ κατεργασθέντων αὐτῶν. Ταῦτα δὲ συνέβη Κτος ἕκτον τοῦ Κωνσταντίνου βασιλεύοντος. Πρὸ δέ γε τοῦ ἔτους τούτου κατὰ Σεπτέμβριον μῆνα περὶ δευτέραν νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέχονεν, τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ὡς καὶ οἰκίας καὶ ναοὺς ἀνατρέψαι. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ κατὰ Ῥαιδεστὸν Πάνιόν τε καὶ τὸ Μυριόφυτον τὰ αὐτὰ γεγόνασιν, ὡς καὶ φόνον ἀνθρώπων πολὺν γενέσθαι. Καὶ ἐν Κυζίκῳ δὲ τὸ Ἐλληνικὸν ἐκεῖνο καὶ θαυμάσιον ἵὸρυμα κατεσείσθη τε καὶ πλεῖον μέρος κατέπεσε, καὶ τκῦτα ὀχυρώτατον ὄν. Τὰ αὐτὰ τούτοις καὶ κατὰ Νκαιαν γέγονε · κατεσείσθησαν γὰρ ὅ τε τῶν ἁγίων Πατέρῳκ ναὸς καὶ ὁ ἐπ´ ὁνόματι τῆς ἁγίας Σοφίας, καὶ αὐτὰ τὰ τείχη ἐκ βαράθρων αὐτῶν καταπεπλώκασι. Καὶ ταῦτα μὲν καὶ ἁμαρτημάτων εἴσπραξις καὶ θεῖος χόλος ἐτύγχανεν, ᾐμίττοντο δέ καὶ τὴν τοῦ ῥηθέντνος ἔθνους ἐπέλευσιν καὶ κατάλυσιν· ἐν γὰρ ταξς Θεραηιμείαις οὐ τὸ ἐνεστὸς μόνον, ἀλλὰ καὶ πὸ μέλλον προθεωρεῖται καὶ προσημαίνεται. Κατ´ ἐκεῖνον δὲ πὸν καιρὸν καὶ κομήτης ἐφάνη κατόπιν ἡλίου δύνοντος, τὸ μέγεθος σεληναῖον φέρων, καὶ ἐδόκει μὲν ϛηνικαῦτα καπνὸν καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο προδεικνύειν βοστρύχους τινᾶς, τὰς Εὲ ἀκτῖνας πρὸς ἑῴαν ἀπέτεινε, μέχρις ἡμερῶν μ Κωνσταντίνου δὲ πατριάρχου τελευτῷσαντος Ἰωάννης μοναχὸς ὄ Ξιφιλένος προχειρίζετοι, τὰ πάντα, θαυμαστὸς, λόγῳ σοφίᾳ καὶ συνέσει καὶ ἀρετῇ, ἐκ ραπεζοῦντος μὲν ὡρμημένος, ἀσκητικῶς δὲ κατ´ Ὅλυμπον ζῶν, ἐφ´ ᾧ καὶ βίπ πρὸς τὴν