Ancient Greek
342
Michael Glycas, Annales 342
Unproofread scanNot analysed yet
καὶ ἐπώνυμον τῷ βασιλεῖ Μιχαὴλ περιποιήσασθαι· τὸ δὲ Παραπινάκης λέγεται διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον πιπράσκεσθαι τῷ νομίσματι. xαύνως οὖν καὶ παιδαριωδῶς τὴν βασιλείαν ἰθύυλντος τοῦ Μιχαὴλ καὶ Σερβικαὶ χῶραι κατεξανέ· στησαν καὶ Φραγκικαὶ ὡσαύτως ἀφηνίασαν καὶ ἱδιόρυθμοι γεγόνασιν. Ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παιδίον ἔχον κατὰ μέτωπον ὀφθαλμὸν ἔνα, τραγοσκελὲς τοὺς πόδας. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ λοιμὸς ἐγένετο βαρὺς, ὡς μηδὲ τοὺς θνήσκοντας δυνατὸν θάπτεσθαι. Ἀλλ´ οὐδὲ ταῦτα τὴν τῶν κρατούντων ἀπληστίαν καὶ ἀδικίαν τὴν μέχρις αὐτῶν τῶν θείων σηκῶν πιπλα γὰρ καὶ σκεύη τίμια κἀκεῖθεν ἀφῄρητο ὁ μόνον ἰαμβίζειν ἐθέλων, καὶ ταῦτα μηδὲ τῆς τέχνης γευσάμενος, κἂν τῷ Ψελλῷ ἐνεπαίζετο] ἀναστεῖλαι ἴσχυεν ϋτω μὲν οὖν ἐχόντων τῶν πραγμάτων στρατηγοὶ τῆς ἀνατολῆς, ὅ τε Ἀλέξανδρος, ὁ Καβάσιλας καὶ ὁ Ἐοτανειάτης, ἣν ἀποστασίαν ὥδινον εἰς φῶς ἐξάγουσι, καὶ τὸν Βοτανειάτην Νικηφόρον βασιλέα ἀναγορεύουσι. Καὶ τῷ βασιλεῖ οὐ μικρὰν ἀθυμίαν ἐνέσταξεν· ἦν γὰρ καὶ πρὸ τοῦ λεγόμενον ὅτι τὸ τεσσαρακοστὸν νικηθήσεται ὑπὸ τοῦ πεντηκοστοῦ. Καὶ οὐ μέχρι τούτου ἡ κατὰ Μιχαὴλ ἀποστασία, ὰλλὰ καὶ μείζων ἄλλη κατὰ δύσιν ἐγένετο· ὁ γὰρ Βρυέννιος ἀπὸ τοῦ Δυῤῥαχίου διεγερθείς καὶ αυνάξας στρατὸν περὶ τὴν Ἀνδριανούπολιν ἔρχεται καὶ βασιλεὺς ἀναγορεύεται, προσβάλλει δὲ καὶ Κωνμταντινουπόλει. Ἀλλ´ οὐδὲν ἤνυσεν· ἡ γὰρ βασιλεύουσα σχεδὸν ἄπασα τῷ Βοτανειάτῃ προσέθετο, καὶ τὴν αὐτοῦ δὲ παρουσίαν ἐτάχυνε, καὶ τὰ βασίλεια καταλαβεῖν αὐτὸν ἐπέσπευδε. Τὸν δὲ Μιχαὴλ καθαιροῦσι σὺν τῇ γυναικὶ καὶ τῷ υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ, καὶ ἀποκείραντες τῇ μονῇ τοῦ Στουδίου ἐνιᾶσιν. Εἰσέρχεται οὕν ὁ Βοτανειάτης, καὶ παρὰ τοῦ πατριάρχου στέφεται, τοῦ διαδεξαμένου τὸν βιφιλῖνον Κοσμᾶ. Καὶ κρατεῖ ὁ Βοτανειάτης ἔτη γʹ. Ἐπεὶ δὲ καὶ ὁ Βρυέννιος; τὰ κατὰ δύσιν ἐτάρασσε, πέμπει πρὸς αὐτὸν πρέσβεις καὶ ἅπαξ καὶ βὶς καὶ τρὶς, τῆς μὲν ἀλόγου ὀρέξεως ἐκστῆναι, εἰς Καίσαρα δὲ τιμηθῆναι. Ὁ δ´ οὐκ ἀνέχεται. Τί τὸ ἐπὶ τούτοις; Ἡ σκηνὴ αὐτοῦ πίπτει τοῦ ὀρόφου παραλυθέντος ἀοράτοις χερσί. Τηνικαῦτα καὶ σελήνης ἔκλειψις γίνεται εἰς αὐτὸν ἐπισκήψασα· τὰ γὰρ τοιαῦτα, ὡς οἱ ἀστρολόγοι τερατεύονται, τυραννούντων δηλοῦσι καθαιρέσεις. Ἐπεὶ γοῦν ὁ Στραβορωμανός πρέσβυς