Ancient Greek
343
Michael Glycas, Annales 343
Unproofread scanNot analysed yet
ἀτίμως ὑπέστρεψε, διεγείρεται ὁ βασιλεὺς καὶ κατὰ τοῦ Πρυεννίου πέμπει στρατόπεδα, στρατηγὸν ἔχοντα τὸν νωβελίσιμον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τιμηθέντα μέγαν δομέστικον, ἄνδρα συνέσει καὶ δυνάμει τότε διαφέροντα. Συνάπτεται τῷ Βρυεννίῳ, ναὶ κατὰ πρόσωπον ἀντιστάντων χειροῦται ὁ Πάὶέν. νιος καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. Ὁ μέντοι Βοτανειάτης, τῆς γυναικὸς αὐτοῦ τελευτησάσης, ἑτέραν ἠγάγετο τὴν τοῦ προβεβασιλευκότος Μαρίαν Καθαιρεῖται δὲ ὁ? τὴν ἱερολογίαν δοὺς ἱερεὺς, ἅτε μοιχείας ἐπὶ τούτῳ τολμηθείσης· ὁ δὲ Μιχαήλ ψήφῳ κοινῇ ἀρχιερεὺς Ἐφέσου προβάλλεται. Ἅπαξ οὗν ἐκεῖσε φοιτήσας ἐν τῇ μονῇ τοῦ Μανουὴλ διέτριθεν ἐργαζόμενος. Τὰ αὐτὰ δὲ τῷ Βρυεννίῳ καὶ ὁ Βασιλάκης φρονεῖ, λαὸν οὐκ ὀλίγον ἐγείρας ἐπὶ Θεσσαλονίκης ἔρχεται. Τί τὸ ἐπὶ τούτοις; Ἐκπέμπεται τῶν ὧδε ὁ μωβελίσιμος Ἀλέξιος καὶ σεβαστὸς, τὰς στρατηγικὰς δυνάμεις λαβών, Μάχη οὖν ἰσχυρὰ γίνεται παρὰ τῇ Θεσσαλονίκῃ, καὶ των ἐκεῖσε παντων φρονουντωνς τῷ Βασιλάκῃ. Ἀλλὰ χειροῦται αὐτὸν καὶ δέσμιον δ Ἀλέξιος ἐκπέμπει τῷ βασιλεῖ. Καὶ ὃς ταῦτα μαθὼν ἀποστέλλει, κατ´ αὐτὴν τὴν Χρυσούπολιν ἐκτυφλοῦσιν αὐτὸν, ὡς ἔκτοτε τὸν τόπον ἐκεῖνον τὴν βρύσιν τοῦ Βασιλάκου λέγεσθαι. Κατὰ τοῦτον δὴ καιρὸν κεραυνὸς ἐνσκήψας τῷ τοῦ μεγάλου Κωνσταντίνου κίονι οὗ ἄνω ἡ στήλη αὐτοῦ ἵστατο τοῦ Ἀπόλλωνος πρότερον ἀφίδρυμα, εἰς ὄνομα αὐτοῦ ὀνομασθείσας μέρος τούτου διέτεμε καὶ ζωστῆρας. Τότε δὴ, τότε τὴν τῶν Κομνηνῶν εἰσέλευσιν Βοτανειάτης μαθὼν, τῶν βασιλείων μὲν ἄπεισι, παρὰ δὲ τῇ τῆς περιβλέπτου μονῇ ἐπικείρεται καὶ ἄκων. Βασιλεθσας γὰρ πάντας σχεδὸν ἀγοραίους τε καὶ πρὸς ἀνέσεις τραπείς τὴν τῆς βασιλείας φροντίδα τοῖς αὐτοῦ δούλοις ἀνέθετο, ὅπερ πάντας ἐξέμηνε, καὶ αὐτοὺς δὴ τοὺς τότε πρωτεύοντας ἐπί τε κένει καὶ πλούτῳ, τοὺς ἀδελφόπαιδας τοῦ προβεβασιλελπ κότος Ἰσαακίου τοῦ Κομνηνοῦ Ἀλέξιον καὶ Ἰσαάκιον · ἔνθεν τοι καὶ ἀποσχισθεὶς ὁ Ἀλέξιος καὶ λαὸν οὐκ ὀλίγον ἑλκύσας μεθ´ ἑαυτοῦ τὴν βασιλίδα παρέλαβε προδοθεῖσαν αὐτῷ ὑπὸ τῶν ἐν τῆ Χαρσίου πόρτῃ φυλασσόντων Νεμίτζων.