Ancient Greek
344
Michael Glycas, Annales 344
Unproofread scanNot analysed yet
Κρατεῖ λοιπὸν μετὰ τὸν Βοτανειάτην ὁ Κομνηνὸς Ἀλέξιος ἔτη λζʹ καὶ τῷ διαδήματι στέφεται, ὁ δὲ Ἰσαάκιος τὰ δεύτερα τῆς τιμῆς εἶχε, καινῷ ὀνόματι ἐπιφημισθεὶς αὐτῷ· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. Παρ´ αὐτοῖς οὖν ἡ βασιλεία καὶ τῇ μητρὶ αὐτῶν. Ἢσαν δὲ τῷ βασιλεῖ καὶ ἕτεροι αὐτάδελφοι δύο νεώτεροι, ὧν τὸν μὲν Ἀνδριανὸν δηλαδὴ πρωτοσέβαστον καὶ μεγαδομέστικον, τὸν δὲ Νικηφόρον Σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον. Ἀλλὰ καὶ κηδεστὰς εἶχεν ἐπ´ ἀδελ· φαῖς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνᾶν. Ὁ μέντοι κρατῶν ἐπειδήπερ ἐσπάνιζε χρημάτων, τὰς ἐτησίους δόσεις ἐνέκοψε τὰς ἀνηκούσας δηλονότι τοῖς ἀξιώμασι, προσαφῃρεῖτο δὲ καὶ τὰς περιουσίας τῶν συγκλητικῶν. Ὁ μέντοι ἁγιώτατος πατριάρχης Κοσμᾶς τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ, «Ἆρον,» εἰπὼν «τὸ ψαλτήριον καὶ ἀκολούθει μοι,» τῆς ἐκκλησίας ἀναχωρεῖ. Προχειρίζεται δὲ ἀντ´ αὐτοῦ ἐκτομίας τις Εὐστράτιος, ἀφελὴς ἀνὴρ καὶ γωνίᾳ τὰ μάλιστα προσήκων. Μετὰ δὲ ἔτη γʹ κατάγεται καὶ ἄκων. Ἡ δὲ αἰτία οὐκ ἔγνωσται. Ἀντ´ αὐτοῦ δὲ ὁ γραμματικὸς ἀνάγεται Νικόλαος. Μετὰ δὲ ταῦτα ἠγγέλθη Φράγγος Ῥομπέρτος ἐπὶ τὸν δάμνον διαπεραιούμενος. Αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖσε πεσόντων, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τῶν μεγιστάνων καὶ ἐξ αἱμάτων ὄντων βασιλικῶν. Ἡττημένος οὖν ἂαοστοέοει ὁ βασιλεύς. Γαυριῶσιν ἐπὶ τούτοις οἱ βάρβαροι, τινὰ τῶν πολισμάτων κατέχοντες. Ἐκστρατεύει καὶ αὖθις βασιλεὺς, καὶ τὸν Ἀνδριανὸν τὴν βασιλικὴν ἀμφιάσας ἐσθῆτα καὶ στήσας ἀπέναντι τοῦ Ῥομπέρτου παρήγγειλε νῶτα δοῦναι, εἴγε διώξει ὁ βάρβαρος. Ὁ δὲ βασιλεὺς διὰ τόπων δυσβάτων κυκλώσας, καὶ τὴν παρεμβολὴν αὐτῶν καταλαβὼν ὑπὸ χεῖρα πάντα ποιεῖται. Τοῦτο μαθὼν ὁ βάρβαρος ἀόρατος γίνεται. Καὶ ἡ μὲν ἐπίθεσις ατοῦ πέπαυται. οἱ δὲ Τοῦρκοι καὶ αὖθις τῶν Ῥωλ μαίων κατέτρεχον. Ἀλλὰ καὶ Τοῦρκός τις λεγόμενος Τζακατζᾶς τὰς νήσους Χίον, Σάμον καὶ Ῥόδον κατέσχε. Τότε δὴ, τότε καὶ Κύπρος σὺν αὐτῇ Κρήτη ἀποστασίαν μὲν ἐνόσησαν, διὰ τάχους δὲ τῇ βασιλευούση ὑπανασώζονται, ἐν μὲν τῇ Κύπρῳ τοῦ Καρύκου, ἐν δὲ τῇ Κρήτῃ τοῦ Ῥαψαμάτου ἀντάραντος. Ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀπαισίους συλλογῆς χρημάτων ἐφεύρισκεν. Ἐντεῦθεν ἀπογραφαὶ τῶν ἁπανταχοῦ κτήσεων, καὶ τὰ καινὰ τῶν ὁνομάτων ἐπινενόηται, τὰ ὑπέρτιμαδηλαδὴ καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων ἐπεισήγοντο. Γέγονε δὲ τηνικαῦτα καὶ κλόνος τῆς γῆς ἐξ ἡμέρας ἐν αὐτῇ τῇ μνήμῃ τοῦ ἀγίου Νικολάου, ὑφ´ οὗ πολλαὶ οἰκίαι καὶ στοαὶ καὶ ναοὶ κατέπεσον, ὡς ἐντεῦθεν καὶ πολλοὺς συγχωσθῆναι καὶ ἀποθανεῖν. Τηνικαῦτα καὶ Ιατζινακῶν πλῆθος πολὺ τὴν Θρᾳκίαν καὶ Μακεδονίαν ἐλήῖζεν. Ἐκστρατεύει κατ´ αὐτῶν ὀ βασιλεὺς, καὶ πρῶτα μὲν ἡττῶνται οἱ στρατιῶται εἶτα´ οὕτως ἡττῶσι κατὰ κράτος αὐτοὺς ἅτε τῇ θείᾳ δυν. σπ