Ancient Greek
72.21 to 72.32
Michael Glycas, Annales 72.21-32
Unproofread scanNot analysed yet
οὐ μὲν γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλοιλένω δυνατὸν ἦν κρατεῖν τῆς χειρός. Ἀλλ´ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος, ὅτι καὶ κατ´ εἰκόνα παρήχθη Θεοῦ, ἐφ´ ᾧ γενέσει καὶ ἄστρασιν οὐχ ὑπόκειται.» Τοῖς μέντοι προσπταίουσιν ὁπωσδήποτε καθ´ εἰμαρμένην, ὡς εἴρηται, καὶ συγγινώσκειν ἄξιον ἦν, οὐ μὴν ἐπιφέρειν μάστιγας, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης φησίν. Καὶ γὰρ ἐν οἷς ἐξέθετο λόγοις περὶ εἰμαρμένης καὶ τάδε διέξεισι. Τοῖς μὲν οὐν ἀνάγκῃ κατεχομένοις συγγινώσκειν οἵδαμεν. Κἂν γὰρ ὑπὸ δαίμονός τις ἐνοχλούμενος ἢ τὸν χιτῶνα διαῤῥήξῃ τὸν ἡμέτερον ᾖ πληγὰς ἐπεκέγκῃ, οὐ μόνον αὐ κολάζομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; Ὅτι οὐχ ἡ προαιρέσεως, ἀλλ´ ἡ τοῦ ἑαίμονος βία ταῦτα εἰργάσατο, Ὥστε εἰ καὶ τὰ ἄλλα ἀμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν εἰμαρμένην ἐγίνοντο, συνέγνωμεν ἄν· ἐπειδὴ ἴσμεν ὅτι οὐκ ἄστιν ἀνάγκη, διὰ τοῦτο οὐδὲ συγγινώσκομεν. Εἰ γὰρ ἀνάγκῃ τὰ ἡμέτερα ἐδέδετο, τίνος ἕνεκεν τὸν οἰκέτην κεκλοφότα μαστίζεις; διὰ τί τὴν γυναῖκα μοιχευθεῖσαν εἰς κριτήριον ἕλκεις; ἵνα τί δὲ καὶ