Ancient Greek
73
Michael Glycas, Annales 73
Unproofread scanNot analysed yet
πονηρὰ πράττων αἰσχύνῃ; Εὔδηλον οὖν ἐντεῦθεν ὅτι οὔτε εἰμαρμένη οὔτε τύχη οὔτε γένεσις οὔτε δρόμοι ἀστέρων τὰ καθ´ ἡμᾶς διοικεῖ. Εἰ γὰρ τοῦτο δώσομεν. τίς χρεία λοιπὸν πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετὴν ἔσται; Εἵμαρταί τινι γενέσθα» καλός· καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται ιι ἄ- Λᾷ] λαν δὲ οὐ χαλὸν πὸν τοιοῦτον ἔστιν εἰπεῖν τὸν ἐξ ἀνάγκης εἰς τοιοῦτο γινόμενον. Τίς χρεία πόνων πρὸς τὸ κακίαν φυγεῖν; εἰ Εἶμαρταί τινι γε νέσθαι κακὸς κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται Μᾶλλον δὲ οὐ κακὸν τὸν τοῦτον ἔστιν εἰπεῖν τὸν ὑπ´ ἀνάγκης πρὸς τοῦτο ὠθούμενον. Εἴπερ ὑγεία καὶ νόσος τῆς εἰμαρμένης ἤρτηται, περιττὰ των χρημάτων τὰ ἀναλώματα, περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ δὲ καὶ ἡ τῶν νοσούντων διαίτης ἀκρίβεια Ἀλλ´ ἐπειδὴ μὴ περιττὰ ταῦταπῶς γὰρ, εἴγε καὶ πολλὴν ὁρῶμεν τὴν ἐντεῦθεν ὠφέλειαν), οἴχεται μὲν ἃ τῆς εἰμαρμένης μῦθος, οἴχεται δὲ καὶ ὁ τῆς γενέσεως λόγος. Οὐδεμιᾷ γὰρ ἀνάγκῃ τὰ καθ´ ἡμᾶς ὑπάκειται τετίμηται δὲ μᾶλλον προαιρέσεως ἐλευθερίᾳ καὶ αὐτεέουσιότητι. Εἰ γὰρ μὴ αὐτεξούσιος ὁ ἄνθρωπος, οὐδὲ κατ´ εἰκόνα. Θεοῦ παρήχθη λοιπόν· πῶς καὶ γὰρ εἰκὼν ἂν εἴη τῆς βασιλευούσης φύσεως, κατ´ ἐκεῖνο τὸ μέρος ἀνισότητα φέρων πρὸς τὸ ἀρχέτυπον · Ἔπρεπε γὰρ τὸ διὰ πάντων πρὸς τὸ Θεῖον ὡμοιωμένον, ὡς ὁ Νύσσης φησὶν, ἐν τῇ φύσει κεκτῆσθαι τὸ αὐτοκρατές καὶ ἀδέσποτον. Δέδεικται οὗν ἐκ πολλῶν ὅτι γενέσεως ἀνάγκῃ κατὰ τὴν τῶν πλειόνων Δπόληψιν οὐ δεδξμεθα· οὐ γὰρ τοῦτο ἦν, εἰ μὴ κατὰ γνώμην ἡμῖν τὰ πραττόμενα πράττεται· κατ´ οὐδὲν ὃν ἡμεῖς οἱ λόγῳ τετιμημένοι τῶν ἀλόγων ζώων διενηνόχαμεν · τῶν γὰρ τοιούτων ἐστὶ τὸ ἀλλοτρίῳ βουλήματι πρὸς τὸ δοκοῦν περιάγεσθαι. Ἡ δὲ λογική τε καὶ νοερὰ φύσις, ἐὰν τὸ κατ´ ἐξουσίαν ἀπόθηται, καὶ τὴν χάριν τοῦ νοεροῦ συναπώλεσεν· εἰς τί καὶ γὰρ χρήσεται τῇ διανοίᾳ, τῆ τῆς εἰμαρμένης ἀνάγκῃ περιαγομένη κἀκεῖθεν ἐπὶ τὰ πρακτέα παρωθουΣὺ δὲ, ἀγαπητὲ, εἴ που καὶ βρέφος ὄψει ποτὲ σεσινωμένον ἐκπῖπτον τῆς μήτρας, εἰ τύχῃ δικέφαλον ἢ τετράπουν, ὡς ἐπὶ Μαυρικίου βασιλέως, μὴ σχήμασιν ἀστέρων οὐκ ἀγαθοῖς τὰ τοιαῦτα διαπλάττεσθαι νόμιζε, καθάπερ ἔδοξέ ποτε καὶ τῷ παρ´ Ἔλλησι τιμωμένῳ Ἑρμῇ. Πείθου δὲ μᾶλλον τῶ μενάλω Ἀθα νασίω τῷ τε χρυσοῤῥήμονι Ἰωάννῃ καὶ τοῖς λοιποῖς ἀγίοις Πατράσι· περὶ γὰρ τοῦ ἐκ γενετῆς τυφλοῦ καὶ τοῦ ἐκ γενετῆς χωλοῦ τὸν λόγον ποιούμενοι τὴν Ἐιαπλάττουσαν τὸ ζῶον ᾐτιάσαντο φύσιν, οὐ μὴν ἐναντίων ἀστέρων σχηματισμούς. Ὅτι δὲ ἡ φύσις πῶν τοιούτων αἰτία σινωμάτων ἐστὶ(καὶ γὰρ κατὰ τὴν ἑαυτῆς ἀκαλουθίαν εἴωθε τὰ πάντα ποιεῖν, ὥς φησιν ὁ μέγας Βασίλειος), καὶ αἱ παρ´ ἡμῖν ἐπῳάζουσαι κατοικίδιοι ὅρνιθες μαρτυροῦσι τούτῳ σαφέστα αὉρῶμεν γὰρ ἔστιν ὅτε ἐκ τῶν ᾠῶν ἐκπίπτοντα