Ancient Greek
77
Michael Glycas, Annales 77
Unproofread scanNot analysed yet
μέρος ὑπὸ γῆν καταδύεσθαι. Καὶ οἱ γε τῶν Βρετανῶν ὀξυδερκέστατοι σαφῶς ὁρῶσι κατὰ τὴν νύκτα καὶ μικροῦ πάντως τοῖς ὀφθαλμοῖς πεοιλαμθάνοιυσι Μάνθανε οὖν ἐντεῦθεν ὡς εἴ γε καὶ ἐν τῷ καθ´ ἡμᾶς, κλίματι οὐχ ὑπὸ γῆν ὁ ἥλιος διοδεύων ἦν, ἀλλ´ ἔγγιστά που κἀνταῦθα περιεστρέφετο, ἡ νὺξ ἀληθῶς οὐχὶ νὺξ, οὐδὲ πάνυ βαθὺ τὸ σκότος αὐτῆς, ἀλλὰ τοιοῦτον ὁποῖον ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν ἅτε οὐμενοῦν ἀντιφραττούσης ταῖς ἡλιακαῖς ἀκτῖσι παν. σάπασιν. Ἡ γὰρ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ὁ μέγας φησὶ Βασίλειος. Τοῦ γοῦν ἡλίου μὴ τὴν γῆν ὑποτρέχοντος, ἀλλ´ ἕγγιστα περιστρεφομένου, ὡς ἄνωθεν εἴρηται, βαθεῖαν γίνεσθαι νύκτα πάντως ἀμήχανον. Καὶ τί χρεία πολλὰ λέγειν καὶ ἀπαριθμεῖν τὰ καθ´ ἕκαστον; Σφαιρικῆς οὕσης. τῆς γῆς καὶ ἐν μέσῳ τοῦ παντὸς ἀπῃωρημένης, παρ´ ἄλλοις ἄλλως ἀνατέλλει τε καὶ δύνει ὁ ἥλιος, κἀντεῦθεν τοῖς μὲν ἴσα τελεῖ τὰ νυχθήμερα, τοῖς δὲ πάλιν ἄνισα. Μὴ θαύ μαζε εἴγε παρὰ Βρετανοῖς ἑξάωρός ἐστιν ἡ νὺξ, ὅπου γε παρ´ ἑτέροις, οἷς τοσοῦτον ὁ πόλος ἐξῆρται ὁ βόρειος ἢ ὁ νότιος ὥστε κατὰ κορυφὴν ἔχειν τὸν ἕτερόν γε πάντως αὐτῶν τούτοις διὰ τὴν πέριξ τοῦ ἡλίου περιδρομὴν τὸν οἰκούμενον ἅπαν ἐσκίασται, ὅ τε ἐνιαύσιος αὐτοις κύκλος ἡμέρᾳ μιᾷ καὶ νυκτὶ ὡσαύτως μεμέρισται, ὡς εἶν αι τούτοις λοιπὸν τὴν ἡμέραν ἑξάμηνον καὶ τὴν νύκτα ἰσάριθμον. Καὶ τούτων οὕτως. Οἶδα δέ, ἀγαπητὲ, ὅτι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις περιεργάζῃ, Τί δή ποτε, λέγων, ἐπὶ τρισὶν ἡμέραις ἀνακεχυμένον ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, ἐν δὲ τῇ τετάρτῃ ἡμέρᾳ τοῖς φωστῆρσι κατεμερίσθη, τῷ τε ἡλίῳ δηλαδὴ, τῇ σελήνῃ καὶ τοῖς λοιποῖς ἄστρααιν; Ἀλλὰ μὴ ἐπὶ πλέον τὰ θεῖα πολυπραγμόνει ῥητὰ, ὅτι μηδὲ θεραπεύειν ἐπὶ τούτοις ἰσχύομεν τὴν σὴν φιλομάθειαν. Ἴσθι τοιγαροῦν ὅτι παράγει μὲν ὁ Θεὸς τὸ καθαρὸν ἐκεῖνο καὶ ἄὕλον φῶς, οὐχὶ δὲ καὶ τὸν δίσκον αὐτὸν, ἵνα μάθωμεν ἐντεῦθεν ἄποίων ἔργων ἐστὶν αὐτουργὸς, καὶ ἵνα μαθόντες τὸν ἀριστοτέχνην Θεὸν ἐπὶ πλέον θαυμάζωμεν· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἡ τοῦ δημιουργοῦ καθορᾶται σοφία καὶ δύναμις. Δίσκῳ δὲ τὸ τοιοῦτον ἐναποτίθησι μετὰ ταῦτα φῶς, ἵνα τὴν ἐκπηδῶσαν ἐκεῖθεν ἀκτῖνα διὰ τοῦ δίσκου συσκιαζομένην ἐργάσηται σύμμετρον· ὀφθαλμοὺς γὰρ ἔχοντα ζῶα οὐκ ἂν ἤνεγκεν, ὥς πού φησι Θεοδώρητος. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος καθ´ ἱστορίαν ἐπῆλθέ σοι. Εἰ βούλει δὲ καὶ ὑψηλότερον ἐκλαβέσθαι τὰ Μωσαῖκὰ καὶ θεῖα ῥητὰ, ὥστε μαθεῖν ἐκ τούτων τίνος ἕνεκεν ἀνακεχυμένον ἦν ἐπὶ τρισὶν ἡμέραις ἐκεῖνο τὸ φῶς ἁπανταχοῦ, μετὰ δὲ ταῦτα τοῖς φωστῆρσιν ἑναπετίθετο, τὸν θειότατον ἔχεις Ἀνα. στάσιον ἀλληγοροῦντα τὰ τοιαῦτα. Τὸ μὲν οὖν τῶν