Ancient Greek
78
Michael Glycas, Annales 78
Unproofread scanNot analysed yet
κρολαβουσῶν τριῶν ἡμερῶν φῶς, περὶ οὗ ἡ Γραφὴ λέγει, «Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» ὑφηπλωμένον ὃν ἐφ´ ὅλον τὸ σύμπαν, τὸ τῆς ἀκτίστου Τριάδος παριστᾷ φῶς πανταχοῦ φθάνον ὡς ἀπερίγραπτον· ὅτε δὲ τῷ ζοφερῷ μὲν πρότερον, ὕστερον δὲ φωτεινῷ διὰ τὴν ἕνωσιν δίσκῳ. ἐναπετίθετο, τὴν ἔνσαρκον οἰκονομίαν προέγραφε· σκοτεινοὺς καὶ γὰρ ὄντας ἡμᾶς τῇ ἁμαρτίᾳ τῇ καθ´ ὑπόστασιν ἑνώσει ἐλάμπρυνε, καὶ πρὶν διὰ μοναδικοῦ φωτὸς τὸ σύμπαν ἐφώτιζε. Κατὰ δὲ τὴν τετάρΚτην ἡμέραν τριαδικῷ φωτὶ τὰ πάντα κατηύγασεν, ὅτε δηλαδὴ ὁ ἥλιος Χριστὸς ἀνέτειλε. Τὸ μὲν γὰρ μοναδικὸν ἐκεῖνο φῶς τόπος ἦν τῆς μοναρχικῆς θεότητος, τὸ δὲ τριαδικὸν τοῦτο φῶς τῶν τριῶν πάλιν ὑποστάσεων τύπος ἦν. Οὗτος δέ ἐστιν ὁ ἥλιος περὶ οὐΣολομῶν λέγει, «Ἀνατέλλει ὁ ἤλιοστοῦτ´ ἔστι Χριστὸς «ἐπὶ γῆς, καὶ δύνει ὁ ἥλιος(τους ἐστι πρὸς τάφον χωρεῖ], καὶ πάλιν πρὸς τὸν τόπον αὐτοῦ ἄνεισιν.» Ἐκ τοῦ ἡλίου δὲ χορηγεῖται τῇ σελήνῃ τὸ φῶς, ὅτι καὶ ἐκ τοῦ Χριστοῦ τοῦ νοητοῦ ἡλίου καταλάμπεται ἡ Ἐκκλησία καὶ πάντες οἱ ἄγιοι· «Ἑκ τοῦ πληρώματος» γάρ φησιν «αὐτοῦ πάντες ἐλάβομεν.» Ἔχεις ἰδοὺ καὶ τὰ τῆς τετάρτης ἡμέρας, εἰ καὶ Κμὴ κατὰ σὴν ἔφεσιν δι´ ἡμετέραν πάντως ἀσθένειαν. ΠΜΕΡ ΠΕΜΠΤΗ Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τοὺς ἰχθύας τῆς θαλάσσης ἐξάγει καὶ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ποῶτον μὲν ἐπὶ τούτοις ἄξιον ζητῆσαι διὰ τί τοῦ ὕδατος οἱ ἰχθύες χωριζόμενοι διαφθείρονται. Διότι οὐκ ἔχουσιν ἀναπνοὴν ὥστε ἔλκειν τὸν ἀέρα τοῦτον, ἀλλ´ ἄπεο τοῖς χερσαίοις ἐστὶν ὁ ἀὴρ, τοῦτο τῶν πλωτῶν γένει τὸ ὕδωρ. Καὶ ἡ αἰτία δήλη, ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ]διὰ τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον τὸ ἔνδον ἡμῶν θερμὸν ἀναῤῥιπίζει καὶ ἀναψύχει, ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπί. ατυξις δεχομένων τὸ ὕδωρ καὶ διιέντων τὸν τῆς ἀναπνοῆς λόγον ἀποτελεῖ. Γʹνωσκε δὲ καὶ τοῦτο, ὅτι οὐδὲν παρὰ τοῖς ἰχθύΚσιν ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ´ ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ´ αὐτοῖς, εἰ μὴ τὸν σκάρον ἱστοροῦσι τινες Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεσπιῖννω. ται, ἵνα μὴ τῇ χρονίᾳ μασήσει ἡ τροφὴ διαῤῥέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὑδατος Ει δὲ ζητεῖς καὶ τίνος ἕνεκεν οἱ ἰχθύες διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ὥσπερ τι ῥεῦμα φέρονται, αὐτοὶ μονονουχὶ βοῶσιν ὅτι εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἰδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον καὶ τὸ πρακτέον ΒΙΕΘΟϋΙΝΤΑ.