Ancient Greek
82
Michael Glycas, Annales 82
Unproofread scanNot analysed yet
τὴν τροφὴν καὶ δεῖται καὶ τροφῆς ταχέως, τὸ δὲ ψυχρὸν ἄτροφον. Μᾶλλον δὲ τὸ τῶν τεττίγων γένος ἄτροφόν ἐστι, διότι καὶ τῶν ἄλλων ζώων ψυχρότερον · ἐπὶ γὰρ τούτῳ καὶ θέρους ὥρᾳ ζωογονούμενον ὥσπερ τῆς ᾠδῆς ἀπάρχεται. Ἱκανὴ δὲ τροφὴ τῷ τέττιγι ἡ ἐκ τοῦ σώματος ὑπομένουσα ὑγρότης, ἢν. ἐκ τῆς γενέσεως ἔχει, καθὰ δὴ καὶ τὰ ἐφήμερα ζῶα τὰ περὶ τὸν Πόντον γινόμενα· πλὴν ἐκεῖνα μὲν ἡμέρας μιᾶς χρόνον ζῇ, καὶ διὰ τοῦτο καὶ ἐφήμερα λέγονται, ταῦτα δὲ ζῶσι καὶ πλέον. Μαλακόστρακα λέγονται καρκίνοι, κάραβοι ἀστακοὶ καὶ καρίδες. Ταῦτα δὲ ἄνευ τῶν καρίδων χηλὰς χουσιν, οὐ χάριν τοῦ περιπατεῖν, τοῦ συλλαμβάνειν δέ τι. Ὅθεν καὶ μείζονες αἱ δεξιαί- τοῖς γὰρ δεξιοῖς πέφυκε τὰ ζῶα δρᾷν μᾶλλον. Περὶ τούτων Κὁ προφήτης Δαυΐδ, «τὰ διαπορευόμενα τρίβους Ραλοσαῶν. »Χηπίαι δὲ, τευθίδες καὶ πολύποδες ἀνὰ -ἀκτὼν ἔχουσιν, μείζονας δὲ μόνος ὁ πολύφας. Διαφορὰν οἱ ἰχθύες καὶ περὶ τὸ στόμα ἔχουσι· τὰ μὲν γὰρ καταντικρὺ ἔχει τὸ στόμα καὶ εἰς τὸ μπροσθεν, τὰ δ´ ἐν ὑπτίοις, οἷον οἱ δελφῖνες καὶ τὰ σελάγη, διὸ καὶ ὕπτια στρεφόμενα λαμβάνει τὴν τροφήν. Ὄρχεις δὲ οὐδεὶς ἔχει ἰχθὺς, οὔτε ἐντὸς οβτε ἐκτὸς, οὔτε ἄλλο οὐδὲν τῶν ἀπόδων διὸ αὐδλ´ ιΙ Κφεις. Οἱ δὲ δελφῖνες καὶ αἱ φάλαιναι καὶ πάντα τὰ κητώδη βράγχια μὲν οὐκ ἔχουσιν, αὐλὸν δὲ διὰ τὸ ἔχειν πνεύμονα. Τὰ μὲν γὰρ βράγχια χρήσιμα ἐπὶ τοῖς μὴ ἀναπνέουσιν, ἀδύνατον δὲ τὸ αὐτὰ ἔχειν καὶ ἀναπνεῖν. Ἔστι δὲ ταῦτα τρόπον τινὰ πεζὰ καὶ ἔνυδρα, καὶ πεζὰ μὲν ὡς ἀέρα δεχόμενα, ἔνυδρα δὲ ὡς ἄποδα καὶ τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ δεχόμενα. Τὰ μέντοι μαλάκια, οἶον τευθίδες, σηπίαι καὶ ὅσα τοιαῦτα, ὅλα σαρκώδη καὶ μαλακά· οὐδὲ γὰρ ὀστῶδες ἔχειν ἔτυχεν οὐδὲ γεηρὸν ἀποκεκρυμμένον. Πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθὰ δὴ καὶ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν φύσιν ἔχει· ἄαλακὸν μὲν γάρ ἐστιν ὥσπερ σὰρξ, ἔχει δὲ τάσιν ὥσπερ ἰφιΑΙΙ οΠαιΙΑ ΠαἰΓαΙ ΠεΓνΡαΗΠΒΑΒΡΗ. Θί οἰῆ ΠοΙΙΡ ΙλεἰαΓ ατΙΙ, Θι ἱθὴί ΠΛiΟΙΙΩΗΑ ἱμείαι ΠεΓνῖ μοεελἱ. Χρὴ δέ σε καὶ τοῦτο περὶ τῶν ἰχθύων εἰδέναι. Τὸ μὲν γὰρ ἄῤῥεν καὶ θῆλυ ἰδίως νήχονται, οὐ συγγίνονται δέ, ἀλλ´ ἀσπόρως ἐξ ὕδατος καὶ πνεύματρς τοῦ ἀνέμου τίκτονται, τὴν πνευματικὴν ἡμῶν ἐντεῦθεν καὶ ἄσπορον ἐξ ὕδατος καὶ πνεύματος προσημαίνοντα γέννησιν, ὡς ὁ θειότατός φησιν Ἀναστάσιος. Ἀλλ´ οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον. Κὁ χερσαῖος ὄφις τῷ αἰγιαλῷ προσιὼν συρίττει, καὶ συρίττων προσκαλεῖται τὴν μύραιναν εἰς συνάφειαν. Κὁ γοῦν θαλάσσιος ὄφις εἴτ´ οὗν ἡ μύραινα τῷ συριγμῷ ἀκούσασα εὐθὺς ἐπανάγεται. Καὶ συμπλακέντες ἀλλήλοις, πρότερον τοῦ χερσαίου τὸν ἐὸν ἐξεμέσαντος, πρὸς τὰ ἴδια ὁ καθ´ ἕνα χωρεῖ.