Ancient Greek
83
Michael Glycas, Annales 83
Unproofread scanNot analysed yet
Εὔδηλον οὖν ἐντεῦθεν ὅτι καὶ ὁ νοητὸς ὅφις συριγμῷ καὶ δελεάσματι καὶ ὑποκρίσει ἤθους χρηστοῦ καὶ συμβουλῆς ἀγαθῆς τοὺς ἀνθρώπους ἐφέλκεται καὶ κατὰ τὸ βουλητὸν αὐτῷ τούτοις συγγίνεται, τοῦ ὕδατος καὶ πνεύματος πρότερον αὐτοὺς ἐξιστῶν· οὐ γὰρ ἂν ἄλλως μεταδοῦναι τούτοις τοῦ οἰκείου δύναται σπόρου, εἰ μὴ πάντα κάλων κινήσας ἐκεῖθεν αὐτοὺς ἀποσπάσειε, Καὶ τί χρὴ πολλὰ λέγειν καὶ ἀπαριθμεῖν τὰ καθ´ ἕκαστον, ἐπεὶ ἑρπετὰ ὠν οὐκ ἔστιν ἀριθμός; Καὶ ἐρπετὰ μὲν, ὅτι ἕρπει τῷ ὕδατι καὶ οὕτω τὴν ἑαυτῶν πορείαν ποιοῦνται, ἀριθμῷ δὲ οὐχ ὑποπίπτουσιν ὥστε μὴ ἐκλεῖψαι κατὰ μικρὸν δαπανώμενα. Βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἠνάλωσαν· νικᾷ γὰρ τὴν δαπάνην ἡ πρόσοδος, Ἀλλ´ ὅρα φωνὴν Θεοῦ, μᾶλλον δὲ οὐδὲ φωνήν Θεοῦ, ἀλλὰ θέλησιν μόνον, ἤτις τὰ παντοδαπὰ γένη τῶν ἐχθύών ἐκ τῶν ὑδάτων παρήγαγεν. Ἡ γὰρ θέλησις αὕτη φύσις ἐγεγόνει τοῖς ὕδασι. Ταῦτα μὲν τὰ ὕδατα καὶ ἐξ ἀρχῆς αὐτῆς ζωτικὴν ἐδέχοντο δύναμιν. Εἰ μὴ γὰρ τοῦτο ἧν, οὐκ ἂν αὐτοῖς πνεῦμα Θεοῦ ἐπεφέρετο. Φερόμενον δὲ ζωτικὴν ἐδίδου τοῖς ὕδασι τὴν δύναμιν, ὡς ὁ χρυσόστομος Ἰωάννης φησὶ, καὶ ὅτι μετὰ μικρὸν ζῶα ἐξ αὐτῶν παραχθήσονται. Καὶ ὁ μὲν χρυσοῤῥήμων, καθάπερ εἴρηται, ζωτικὴν ἐντεῦθεν ἐνέργειαν κατασημαίνεσθαι λέγει · ὁ δὲ μέγας Βασίλειος καὶ πλατύτερον τὰ περὶ τούτων διέξεισι, καὶ οὔτω φησίν. «Εἴτε τοῦτο λέγει τὸ πνεῦμα τὴν τοῦ ἀέρος χύσιν, δέξαι τὸν συγγραφέα τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι, ὅτι ἐποίησεν ὁ Θεὸς οὐρανὸν, γῆν, ὕδωρ, ἀέρα, καὶ τοῦτον χεόμενον ἤδη καὶ ῥέοντα. Εἴτε, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστι καὶ τοῖς πρὸ ἡμῶν δκκριθὲν, πνεῦμα Θεοῦ τὸ ἅγιον εἴρηται,ὐδὲ γὰρ αλλοπαρὰ τῇ Γραφῇ Πνεῦμα Θεοῦ ὀνομάζεται ἢ τὸ ἅγιον τὸ τῆς θείας καὶ μακαρίας Τριάδος συμπληρωτικὸν, καὶ ταύτην προσδεξάμενος τὴν διάνοιαν μείζονα τὴν ἀπ´ αὐτῆς ὡφέλειαν εὐρήσεις. Ἐπεφέρετο γὰρ τὸ πνεῦμα, καθάπερ Σύρος τις ἔλεγε, θαυμαστὸς ἀνὴρ, ἀντὶ του, ἐπέθαλπε καὶ ἐζωογόνει τὴν τῶν ὑδάτων φύσιν κατὰ τὴν εἰκόνα τῆς ἐπῳαζούσης ὄρνιθος καὶ ζωτικήν τινα δύναμεν ἐνιούσης τοῖς ὑποθαλπομένοις, ὡς ἐντεῦθεν σαφῶς ἀποδείκνυσθαι ὅτι οὐδὲ τῆς δημιουργικῆς ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον ἀπολείπεται, »Καὶ τοσαῦτα μὲν περὶ τῶν ἰχθύων. Ἀόλοωθον δ´ ἂν εἴη καὶ περὶ τῶν πετεινῶν ὁλίγα διεξελθεῖν, ἄτι καὶ ταῦτα ἐξ ὑδάτων τὴν γένεσιν ἔσχηκε. Διὰ γὰρ τοῦτο καὶ συγγένειά τις πρόσεστι τούτοις πρὸς τὰ νηκτά. Καὶ γὰρ ὥσπερ οἱ ἰχθύες τὸ ὕδωρ τέμνουσι, τῇ μὲν κεινήσει τῶν πτφύγων εἰς τὸ πρόσω χωροῦντες, τῇ δὲ τοῦ οὐραίου μεταβολῇ τάς τε περιστροφάς καὶ τὰς εὐθείας ὁρμάς ἑαυτοῖς οἰακίζοντες, οὕτω καὶ ἐπὶ τῶν πτηνῶν ἔστιν ἰδεῖν διανηχομένων τὸν ἀέρα τοῖς πτεροῖς κατὰ τὸν ὅμοιον τρόπον.