Ancient Greek
90
Michael Glycas, Annales 90
Unproofread scanNot analysed yet
Ἀλλ´ οὐδὲ τοῦτό σε παραδραμεῖν, ἀγαπητέ, βούλομαι, παραδοξότερον καὶ μάλιστα τῶν ἄλλων ὃν, ὃ περὶ ὄρνιθος τοῦ καλουμένου μέροπος ὁ Αἰλιανὸς ἱστορεῖ, «Μέροψ» λέγων «τὸ ὄρνεον εἰς τοὐπίσω πέταται.» Καὶ ἔπεισί μοι θαυμάζειν τὴν ἐπίσημον ἀναφορὰν ἢν ἐκεῖνο ἄγει τὸ ζῶον. Τὴ δὲ τὸν ἀλεκτρυόνα νυκτὸς δειν ἐν ὡρισμένοις καιροῖς οὐ πρὸ πολλοῦ τῆς τοῦ ἡλίου ἀνατολῆς τινὲς μὲν ἐφυσιολόγησαν οὕτως, ὅτι θερμότατον ὃν τὸ ζῶον καὶ λίχνον περὶ τὰς τῶν τροφῶν ὀρέξεις τῇ μὲν ἐμφύτῳ θερμότητι ταχύτερον πέπτει τὴν διδομένην τροφὴν, τῇ δὲ λιχνείᾳ τῆς φύσεως προαναφωνεῖ τὴν περὶ ταῦτα ὄρεξιν, οἱονεὶ προσκαλούμε νος τὸν σιτίζοντα. Ἔτεροι δέ φασιν ὅτι καὶ ἕκαστον τῶν ἐνταῦθα ὄντων καὶ γινομένων ἑκάστῳ τῶν φωστήρων ἀνάκειται, ὥσπερ ὁ λωτὸς τὸ φυτὸν ἡλιακόν ἐστιν, ὅθεν ἀνατέλλοντι μὲν τῷ φωστῆρι ἐξαπλοῖ τὰ φύλλα, δύνοντι δὲ συστέλλει. Οὕτω μὲν οὖν καὶ ὁ ἀλεκτρυὼν ὑπὸ τὴν ἡλιακὴν τάξιν ἐστί. Ταύτῃ τοι καὶ πρὸς ἀνατολὴν ἐπανιόντι τῷ ἱδίῳ ἀρχηγέτῃ ἀποῤῥήτως καὶ φυσικῶς ἐπιγάννυται, καὶ ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνήν καὶ μέγα βοᾷ. Καὶ οὗτοι μὲν οὔτως· σὺ δέ, ἀγαπητέ, τὰς τοιαύτας φωνὰς μετὰ τῶν μύθων ἀριθμεῖν μὴ δέδιθι. Τὸν γὰρ ἀλεκτρυόνα νυκτὸς ταξεν δειν ὁ κηδεμὼν πάντων Θεὸς, ὡς ἐντεῦθεν ἡμᾶς ἄκοντας τῆς κλίνης ἐγείρεσθαι καὶ μὴ τὴν νύκτα καταναλίσκειν ὅλην ἐπὶ κενοῖς, ἀλλὰ τοὺς μὲν κἷς ἐργασίαν ἐκτρέπεσθαι, τοὺς δὲ πρὸς θείαν δεΚολογίαν ἀνίστασθαι· τοιαῦτα γὰρ τοῦ Θεοῦ καὶ διὰ λόγων καὶ διὰ ζώων οὐκ ἀναινομένου παιδεύειν. Καὶ πρόσσχες τῷ Σολομῶντι λέγοντι· «Ἦι πρὸς τὸν μύρμηκα, ὧ ὀκνηρέ. ἡ Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὴν μυῖαν Ἀττικῷ μέλιτι μὴ ἐπικαθῆσθαί φασι. Θύμοις καὶ γὰρ τὴν Ἀττικὴν κομῶσαν ἔστι θεάσασθαι, οἷς ἐφιζάνουσιν Ἀττικαὶ συχνότερον μέλισσαι. Ἐντεῦθεν καὶ δριμυτέραν ἔχει τὴν ὅσφρησιν. Αιὸ καθάπερ ἱερῷ τινι Ἀττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι Γίνωσκε δὲ πρὸς τούτοις ὅτι μυῖαι καὶ μέλισσαι καὶ μύρμηκες ὑπὸ ἐλαίου ἀπόλλυνται, διότι τὰν ἀναπνευστικὰ στενὰ ἔχει, τὸ δὲ ἕλαιον γλίσχρον ἐμφράττει αὐτά. Πάσχουσι δὲ τοῦτο καὶ οἱ ὄφεις ὑπὸ τῶν βαρυόδμων· τὸ γὰρ παρ´ αὐτοῖς στενόπορον τῶν ἀναπνευστικῶν ἐμφράττεται ὑπὸ τῆς τῶν θυμιωμένων παχύτητος. Ἐπὶ γὰρ τούτῳ καὶ τὸ τῆς ἐλάφου κέρας θυμιώμενον φεύγει καὶ μᾶλλον ὁ ὅφις· λειποθυμεῖν γὰρ αὐτὸν ἀναγκάζει. Ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νεφροὺς ἡ φύσις οὐκ ἔδωκεν, ὅτι πολλῆς ὑγρότητος ἔδει πρὸς γένεσιν τῶν πτερῶν. Ἀλλὰ καὶ τὸ γυμνάζεσθαι κατὰ τὴν πτῆσιν ἐξαναλίσκει ταύτην. Ἔχουσι δὲ καὶ τὴν κόπρον ἐξιοῦσαν σὺν ὑγρότητι οὐ μετρίως. Καὶ τούτου χάριν οὐρῇσι