Ancient Greek
91
Michael Glycas, Annales 91
Unproofread scanNot analysed yet
Βαυεε οἰ ιο Δἱοῖ οροτα. iΝΩΙΡΙΤ ΡΙΕΦ ΘΕΧΤΑ. Ἔχεις ἰδοὺ καὶ τὰ τῆς πέμπτης ἡμέρας, ΑΡΧΗΤΗΣ ϛʹ ΗΜΕΡΑΣ. Ἐν δὲ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς γῆς ἐξάγει τὰ τετράποδα· «Καὶ εἶπε» γάρ φησιν «ὁ Θεὸς, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ἀλλ´ ἐπιπηδῶσιν οἱ Μανιχαῖοι κἀνταῦθα, ψυχὴν ἐντιθέντες τῇ γῇ. Ματαιάζουσι δὲ προφανῶς· οὐδὲ γὰρ ἐπειδὴ εἶπεν «Ἐξαγαγέτω ψυχὴν,» τὸ ἐναποκείμενον αὐτῇ προσήνεγκεν, ἀλλ´ ὁ δοὺς τὸ πρόσταγμα καὶ τὴν ποῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατο. Οὔτε γὰρ ὅτε ἤκουσον ἡ γῆ, «Βλαστησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν,» κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν, οὐδὲ τὸν φοίνικα ἢ τὴν δρῦν ἢ τὴν κυπάρισσον κάτω που κεκρυμμένην ἐν ταῖς ἑαυτῆς λαγόσιν ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν, ἀλλὰ’´ ὁ θεῖος λόγος φύσις τῶν γινομένων ἐστίν Ἐξάγει λοιπὸν ἡ γῆ οὐχ ὅπερ ἔχει, ἀλλὰ´ ὅπερ σήμερον κτᾶται, Θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύνααιν. Εἰ γὰρ καὶ φυσικῷ λογῷ τὰ πάντα γίνεται σήμερον, ἀλλὰ´ ἐκεῖθεν ἐσχήκασι κατ´ ἀρχὰς τὴν ὁρμήν. Κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος λέγει ὅτι ποιεῖ μὲν ἡ φύσις ἅπαντα κατὰ τὴν ἀκολουθίαν, θείῳ δὲ προστάγματι διὰ πάσης ἀρχῆθεν λαληθένττ τῆς κτίσεως. Ἐξάγει μὲν οὖν κατα τὴν ἕκτην ἀπὸ τῆς γῆς τὰ τετράποδα Ἀλλὰ´ ἐνταῦθα ζητῆσαι ἄξιον, ἀγαπητέ, τίνος ἔνεκεν τοὺς μὲν ἰχθύας εὐλογίας ἠξίωσεν ὁ Θεὸς, αὐξάνεσθαι καὶ πληθύνεσθαι εἰπὼν, ἐπὶ δὲ τοῖς χερσαίοις τοῦτο οὐκ ἐποίησε. Καὶ λέγομεν ὅτι διὰ τὴν ἐπὶ τῷ ὄφει μετ´ οὐ πολὺ γενησομένην κατάραν Ἐπειδὴ γὰρ προεῖδεν ὁ Θεὸς ὅτι διὰ τοῦ ὄφεως ἀπατηθήσεται ὁ ἄνθρωπος, κἀντεῦθεν αὐτὸς ὁνβφις ἀρᾷ ὑποπεσεῖται, τούτου χάριν εὐλογίας ἀξιῶσαι τὸ χερσαῖα οὐκ ἔφθασεν, ἵνα μὴ εὑρεθείη τὰ αὐτὸ εὐλογῶν καὶ καταρώμενος, ὡς θειότατός φησιν Ἀναστάσιος. Ἀλλὰ´ ἡ μὲν τῶν ἰχθύων φύσις εὐτελεστέρας δοκεῖ μετέχειν ζωῆς διὰ τὸ ἐν τῇ παχύτητι ποῦ ὕδατος διαιτᾶσθαι· καὶ γὰρ ἀκοὴ παρ´ ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλὺ, καὶ οὕτε τις μνήμη παρ´ ἐκείνοις οὔτε φαντασία οὔτε συνήθους ἐπίγνωσις. Ἐπὶ δέ γε τοῖς χερσαίοις τί χρὴ καὶ λέγειν; Αἵ τε γὰρ αἰσθήσεις τετράνωνται, καὶ ἀκριβεῖς μνῆμαε σῶν παρελθόντων ἐν αὐτοῖς. Οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος, οἷδεν ὁδὸν Λν πολλάκις ἐβάδισε καἱ ποιλ, καὶ δδηγὸς ἐνίοτε ἀποσφαλέντι τῷ ἀνθρώπῳ γίνεται· τὸ δὲ ὀξυήκοον γτοῦ ζώου οὐδὲν ἄλλο τι λέγεται τῶν χερσαίων ἔχειν. Τὸ δὲ τῶν καμήλων μνησίκακον καὶ βαρύμηνι διαρκὲς πρὸς ὀργὴν πῶς ἄν τις εἴπῃ; Πάλαι ποτὲ πληγεῖσα κάμηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσι. Τοῦτο καὶ ἐπὶ ἐλέφαντος ἱστορούμενον εὕρομεν. Ποτὲ γὰρ εἰς ἱπποδρομίαν ἐλέφας ἀπαγόμενος καταλλάκτην τινὰ καθήμενον