Ancient Greek
438
Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious) 438
Unproofread scanNot analysed yet
καί τινος βοτάνης μετασχεῖν κελεύσας, ἐμπτύσας τέ μου τῷ στόματι καὶ ἐγχρίσματά τινα περιχρίσας τὼ ὀφθαλμώ, παρέσχεν ὁρᾷν δαιμονίων πλῆθος· ἐξ ὧν οἶον κόρακός τινος ᾐσθόμην ἐπιπτάντος καὶ τοῦ στόματος ὑποδύντος ἔνδον. Ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρό μοι προλέγειν ἐπέρχεται περὶ ὧν ἂν καὶ ὁπότε βούληται τὸ κινοῦν. Κατὰ τὰς σταυρῶσίμους τῶν ἡμερῶν καὶ σὐτὴν τὴν παρ´ ὑμῖν σεπτὴν Ἀνάστασιν οὐδὲν, οὐδ´ ἂν πολλὰ προθυμῶμαι, προηχεῖν ἐθέλει. Ταῦτ´ ἀπήγγελλεν. Ἐπεὶ δ´ αὐτόν τις τῶν ἐφεπομένων ἐμοὶ κατὰ κόρρης πέπαικεν, Σὺ μὲν, εἶπεν, οὐκ εἰς μακρὰν ἀντὶ μιᾶς μάστιγος ἀπολήψῃ πλείους· σὺ δὲ,, στραφεὶς πρὸς ἐμὲ, μεγάλων ἐν χρῷ συμφορῶν γενήσῃ. Χολᾷ γάρ σοι δεινῶς τὰ δαιμόνια παραλύοντι τὰς αὐτῶν λαορείας. Ἀμέλει τοι καὶ χαλεποὺς ἐπίῥῥάψουσι καὶ βαρεῖς κινδὸύνους, οὓς οὐκ ἂν διαφεύξεσθαι δυνηθείης, εἰ μή τίς σε δύναμις κρείττων ἡ κατὰ δαίμονας ἀπ´ αὐτῶν ἐξέλῃ. Ταῦτά μοι τὸ κάθαρμα καθάπερ ἀπὸ τρίποδος χρησμοδοτοῦν ἀπεφοίβαζεν. Πάντα γὰρ ἐγίνετο καὶ ἀπέβαινεν· ἐμοί τε ὀλίγου ἔδει συναπολέσθαι, κινδύνων ἀπηντηκότων ὅτι πολλῶν, ὧν με παραδόξως ὁ Σωτὴρ ἀφήρπασεν. Τίς οὖν ἐκεῖνον τὸν χρησμὸν ἐωρακὼς, ἄθσπερ μαγάδα τοῖς ἐνηχοῦσι δαιμονίοις γενόμενον,