Ancient Greek
439
Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious) 439
Unproofread scanNot analysed yet
ἐρεῖ τας μανίας πάσας ὅλης εἶναι πλημμελεῖς κινήσεις, ἀλλὰ μὴ παθη τραγικὰ δαιμόνων· ΤΙΜΟΘ. Οὐδὲν καινὸν, ὦ Θρᾷξ, εἰ ταῦτα παῖδες ἰατρῶν φρονοῦσι, ὁπόσοι μηδὲν τοιοῦτον συνεωράκασι. Κἀμοὶ γὰρ οὕτω πρότερον ἐπψει φρονεῖν, μέχρις οὖ μοι συνέπεσεν ἰδεῖν τι τερατῶδες ἀτεχνῶς καὶ ἀλλόκοτον, ἔ σοι νῦν οὐκ ἄκαιρον ἐστι διηγήσασθαι. Πάντως δ´ ἂν οὐ ψιυσαίμην ἀνὴρ πρεσβύτης, εἰς τοῦτο περιστήσας ἐμαυτόν τὸ τριβώνιον. Ἐτύγχανε μοι πρεσβύτερος ἀδελφὸς, ὅς γυναικὶ συνῆν, τάλκα μὲν σώφρονι, δυστόκῳ δὲ λίαν καὶ νόσους ἐξαλλαττομέμῃ παντοδαπάς. Αὗτη λεκώ ποτε γενομένη, πονηρῶς εἰχε, καὶ ἐσχάτως παρέκοπτε, τόν τε χιτῶνα περιῥῥηγνῦσα, βάρβαρον τινα γλῶσσαν ἐπετρόχαζεν ἀλαλάζουσα. Καὶ ἡ γλῶσσα τοῖς, ἐκεῖ παρατυχοῦσιν οὐκ ἐπίδηλος ἦν. Ἀμέλει καὶ πάντες ἐν ἀπορίᾳ· · Ο ἔχοντες ἐν. ἀμηχάνῳ κακῷ τοσούτῳ δράσειν οὐδέν. Γυναῖκες δέ τινες αὶ γαρ εἰσι γένος εὑρετικὸν καὶ πρὸς τὸ συμπίπτον ἀνυσιμώτατον] ἄγουσιν ἄνδρα ξένον ἀναφαλαντίαν ἀκριβῶς πρεσβύτην, ῥυσσὸν τὸ δέρμα καὶ διακεκαυμένον ἐς τὸ μελάντατον· δε, γυμνὸν ἐσπασμένος ξίφος, ἀγχοῦ παραστὰς τῆς κλίνης, δι´ ὁργῆς τὴν νοσοῦσαν εἶχεν, καὶ, κατὰ τὴν ἐπιχώριον αὐτῷ γλῶσσαν Ἀρμενίων γὰρ ἧν), πολλὰ εἰς, ταύτην ἀφύβριζεν. Π δὲ καὶ αὐτὴ κατ´ αὐτὴν αὐτῷ τὴν γλῶσσαν ἡμείβετο. Καὶ τὸ μὲν πρῶτον ἀπεθρασύνετό τε καὶ τῆς κλίνης ἀφορμῶσα φιλονείκως εἶχεν· ὡς ἀ´ ὁ βάρβαρος ἐπίπλεον τοῖς ἀφορκισμοῖς ἐχρῆτο, καὶ, οἷα μελαγχολῶν, κεκραγὼς ἠπειλεῖτο παίειν, ἐνταῦθα τὸ γύναιον συσταλὲν ὑπότρομόν τε ἐγίνετο, καὶ ταπεινὰ φθεγγίμενον εἰς ὕπνον κατέδαρθεν. Ἡμεῖς δὲ τεθηπότες ἦμεν, οὐχ ὅτι μεμήνοι· τοῦτο γὰρ ὁρῶμεν πανταχοῦ συμβαῖνον· ἀλλ´ ὅτι κατ´ Ἀρμενίους ἐφθέγγετο, γυνὴ μηδέποτε μηδ´ εἰς ὅψιν ἀφιγμένη τούτοις, μηδὲ θαλάμου καὶ κερκίδος εἰδυῖα πλέον οὐδέν. Σωφρονήσασα οὐν, ἐπυθόμην τῖ πεπόνοει καὶ εἴ τι τοῖς γινομένοις παρηκολούθηκεν. Ἡ δὲ δαιμόνιον ἔφη φάσμα σκιοειδὲς καὶ γυναικ προσεμφερὲς, ἡνεμωμένας ἔχον τὰς