Ancient Greek
275
Michael Psellus, Poemata 275
Unproofread scanNot analysed yet
Ἐπειδήπερ τὸ φιλομαθὲς τὸ σὸν, ὥ στεφηφόρε, ἑρμηνευθῆναι γλίχεται τὴν ξένην καὶ ποικίλην Τοῦ τῶν ψσμάτων ᾄσματος ἐξήγησιν καὶ γνῶσιν, ἱδούσου τῷ θεσπίσματι πεισθέντες, αὐτοκράτωρ, Καὶ τὰς ἐλπίδας φέμενοι πρὸς τὸν Δεσπότην πᾶν- [των, Δηλοῦμες τὴν ἐξήγησιν πᾶσάν σοι τῶν ᾀσμάτων, Ἐν ἁπλουστέραις λέξεσιν καὶ κατημαξευμέναις Ὁ γὰρ προφήτης Σολομῶν, ὁ πάνσοφος ἐκεῖνος, ὁ παῖς τυγχάνων τοῦ Δαβὶδ, ἀλλ´ ἐκ τῆς τοῦ Ο [ρίου, πρεῖς συνεγράψατό τινας ἐν βίῳ πραγματείας· Ἡ μὲν καλεῖται νουνεχῶς τοῖς πᾶσι Παροιμίαι, ἕχουσα παίδευσιν ἡθῶν, παθῶν ἐπανορθώσεις, Καὶ τῶν πρακτέων συνεχῶς καὶ θείας ὑποθήκας. Ἡ δὲ πολὺ Ἐκκλησιαστὴς κέκληται τοῖς ἀνθρώποις Τὸ μάταιον διδάσκουσα τὸ τοῦ παρόντος βίου Ἡ δέ γε τρίτη συνεχῶς ἐκείνου πραγματεία Αὕτη τυγχάνει, δέσποτα, τὸ ᾆσμα τῶν ψσμάτων), Τὸν τρόπον καταγγελεῖ σοι ποικιλοτρόπως ἄγαν Τῆς τελειώσεως αὐτῆς ψυχῶν τῶν ἀνθρωπίνων, Ἀλλ´ ὡς ἐν σχήματί τινι σεμνονυμφοστολίας. Σοφῶς γὰρ ὑποτίθησι τὸν μὲν Χριστὸν νυμφίον, Νύμφην δὲ πάλιν τὴν ψυχὴν ἐρῶσαν τοῦ νυμφίου, Καὶ πεπυρωμένην ἔρωτι δῆθεν τῷ τοῦ νυμφίον, Καὶ πρὸς ἐκείνου χάριτας ἀνιπταμένην τάχα. Ἔχει δὲ φράσεις καί τινας περὶ τῆς Ἐκκλησίας. Ἀλλ´ ἀπαρξώμεθα λοιπὸν σὺν γε Θεῷ τῷ λόγῳ. Ἐκ τῶν τριῶν ἀγίων Πατέρων. ᾎσμα σμάτων τῶ Σολομῶνι ἀναγέγραπται, τὸ δηλοῦν τὴν πρὸς τὸν νυμφίον Χριστόν ἀγάπην τῆς νύμφης αὐτοῦ Ἐκκλησίας· ὡς ἐκ τῆς διὰ τῶν Παροιμιῶν προτροπῆς καὶ ἀποτροπῆς, καὶ τῆς διὰ τοῦ Ἐκκλησιαστοῦ τῶν προσκαίρων καταγνώσεως ψδομένης αὐτῷ τῷ νυμφίῳ Χριστῷ τῷ εἰρηνικῷ. Ὅτι τε ἡμῖν εἰρήνη ἀπὸ Θεοῦ γέγονεν, καὶ ἡμᾶς δι´ αὐτοῦ κατόλλαέε τῷ ἰδίῳ Πατρί. Καθ´ ἣν ἀγάπην νυμφεύει ἑαυτῷ τὴν τῶν πιστῶν Ἐκκλησίαν, μυσταγωγῶν αὐτὴν θεολογικῶς νόμω πνευματικῷ ἐν τῆ ἀποκαλύψει τῶν περὶ αὐτοῦ μυστηρίων, ἣν πρότερον