Ancient Greek
276
Michael Psellus, Poemata 276
Unproofread scanNot analysed yet
ἐνομφοστολησε διὰ τῶν Παροιμιῶν, καὶ τοῦ Ἐκκλησιαστοῦ παιδαγωγήσας καὶ ἐκπαιδεύσας ἠθικῶς τε καὶ φυσικῶς. Ἡ οὖν προμνηστευθεῖσα τῷ Χριστῷ Ἐκκλησία, διά τε τοῦ γραπτοῦ νόμου καὶ τοῦ φυσικοῦ, ὥν τὰς δυνάμεις Σολομῶν ἔν τε ταῖς Παροιμίαις καὶ τῷ Ἐκκλησιαστῇ ἧσε, καὶ διὰ τῶν ἐν πάσῃ τῆ Γραφῇ καὶ τῆ κτίσει συμβόλων εἰσαγωγικῶς παιδευθεῖσα τοὺς περὶ προνοίας καὶ κτίσεως λόγους· κἀκ τούτων διδαχθεῖσα τὰ πρὸς αὐτὴν τοῦ νυμφίου φίλτρα, βούλεται λοιπὸν τελεώτερον τούτους παρ´ αὐτοῦ τοῦ Θεοῦ Λόγου κατὰ τὴν ἔνσαρκον τούτου οἰκονομίαν νόμῳ πνευματικῷ διδαχθῆναι, ἀμάσως δι´ ἀγάπης αὐτῷ κολληθεῖσα, καὶ πνεῦμα ἕν γενομένη ἐν τῷ νύμφη αὐτοῦ χρηματίσαι. Φέρε τοίνυν ἐπ´ αὐτὴν ἔλθωμεν λοιπὸν τῶν ῥημάτων τῆν ἐρμηνείαν. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Τῶν γ´ Πατέρων. Ἄγουν, Αὐτὸς δ´ ἑαυτοῦ τὴν περὶ ἐμοῦ ὑπεράγαθον αὐτοῦ βουλὴν διδαξάτω με, λόγοις καὶ τρόποις τι συνοῖσον ὑποδεικνύων μοι. Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὕπὲρ πάντα τὰ ἀρώματα, Τριῶν Πατέρων, Μαστοὺς δὲ πάλιν ἐνταῦθα καλεῖ τὰ δοχεῖα τοῦ γάλακτος, ὃ τοῖς ἀτελέσιν ὅτι καὶ νηπίοις προσοέρειν οἶδεν ὁ μακάριος Παῦλος. Γάλα γὰρ, φησίν, ὑμᾶς ἐπότισα, οὐ ὕρῶμα· οὕπω γὰρ ἐδύνασθε. Οὐ διὰ τοῦτο δὲ μόνον εὓκότως τῶν μαστῶν ἐμνημόνευσεν ἡ νύμφη· ἀλλ´ ἐπειδὴ καὶ τῇ καρδίᾳ πλησιάζουσιν, ἐν ᾗ τὸ ἡγεμονικὸν ἵδρυται, ἀφ´ οὐ προχέονται οἱ τῆς διδασκαλίας κρουνοί. Θαυμάζει τοίνυν τοῦ νυμφίου τοὺς μαστοὺς, ὡς τῶν ἀγαθῶν τυγχάνοντας κρουνοὺς, καὶ προσφόρως τούς τε νηπίος ἔτι τούς τε τελείους διατρέφοντας· καὶ λέγει αὐτοὺς ἀγαθοὺς ὑπὲρ οἶνον, ὃς εὐφραίνει καρδίαν ἀνθρώπου, κατὰ τὴν θείαν Γραφήν. Τροπικῶς γὰρι τὸν οἶνον εὐφροσύνην ὡνόμασεν, δεῖξαι βουλόμενος Ἐτι πάσης ὁμοῦ τῆς ἐν ἀνθρώποις εὐφροσύνης μείτων ἡ παρὰ τῶν αὐτοῦ δωρεῶν ἐγγινομένη θυμηγοα τοῖς εὐσεβέσιν. Εἰ δὲ βούλει καὶ μυστικῶς νοῆσαι τῆς νύμφης τὰ ῥήματα, νόησον τοὺς ὑπὲρ οἶνον καυμαῖομένους μαστοὺς, τοὺς ἀρρήτους τοῦ θυσιαστηρίου κρουνοὺς, δι´ ὧν ἄπαντες οἱ τῆς εὐσεβείας τρεφόμεθα τρόφιμοι. Εἶτα τὴν αἰτίαν λέγει τοῦ πολλοῦ πόθου, καὶ τῆς πρὸς αὐτὸν ἀγάπης τῶν μὴ ἡττηθεισῶν τῇ τῶν προσκαίρων σχσει ψυχῶν φάσκουσα, ὅτι Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μόρων σου ὅπὲρ πάντα τὰ ἀρώματα. μόρον ἐκκενωβὲν ὅνομά σου· διὰ τοῦτο νεάνιδες ἠγάπησαν σε Ξτουν Ἀγαθαί εἰσιν ἡ φύσις τῶν ὅλων καὶ ἡ Γραφὴ, λαμβανόμεναι ὡς τῆς ἀληθείας σύμβολα, καὶ αἷα μὲν μαξοί σου χορηγοῦσαι ἡμῖν ἀπλῆν τροφήν, τὴν τῆς εἰς οὲ πίστεως, οἶα δὲ τις ὀσμὴ μύρων σου μηνύουσαι τὰ πνευματικῶς ἡμᾶς εὐωδιάζοντα πανάγαά σου θελήματα, καθ´ ἂ τὰ πάντα γεγόνασιν.