Ancient Greek
277
Michael Psellus, Poemata 277
Unproofread scanNot analysed yet
ὁπὲρ τοῦ καθ´ ἑαυτὰς λαμβάνεσοαι, καὶ δίκην μὲν οἵνου ἐξιστᾶν τῆς εἰς σὲ πίστεως, Ὡσπερ δέ τινα ἀρώματα δοκοῦντα φύσει τὸ εὐῶδες ἔχειν, παρ´ ἑαυτοῖς πρὸς ἀπόλαυσιν τῶν ἐν σαρκὶ καὶ κόσμω ἐφέλκεται· οὕτως ἡ κτίσις καὶ ἡ Γραφὴ οἱονεὶ μύρων ὀσμὴ τὰ σὰ μηνύουσι θελήματα. Τῆς γὰρ ἀγαθότητός σου, οἷα μύρου ἐκκενωθέντος χεθείσης εἰς πάντα τὰ ὅντα κατὰ μετάδοσιν, ἐκ τῆς ἐνεργείας ὡς τῶν ὅλων αἴτιος καταφάσκει τοῖς ὀνόμασι τῶν μετοχῶν· ἄπερ εἴσὶ τὸ ὄν, ἡ ζωὴ, ἡ σοφία, καὶ τὰ ὅμοια. Ὅτι δʹ οὕτω λαμόανόμεναι ἡ κτίσις καὶ ἡ Γραφὴ ἀγαθαί εἰσιν, διὰ τοῦτο αἱ τὴν ἐκ τῆς ἐπιφανείας τῶν ὁρατῶν καὶ τοῦ γράμματος ἀπάτην φυγοῦσαι ψυχαὶ, κἀντεῦθεν τὸν πονηρὸν νικήσασαι αὐτὸν τοῖς πάθεσιν· διὸ καὶ νεάνιδες κέκληνται καὶ ἠγάπησαν σε. ἀγαπήσασαι δέ σε ὃν ἔκ τε τοῦ γραπτοῦ καὶ τοῦ φυσικοῦ νόμου ἐμυήθησαν νυμφίον Χριστὸν, ἔλκυσάν σε ἐκ τῶν πατρικῶν κόλπων, διὰ τοὺς μέλλοντας τυχεῖν σωτηρίας ἐν σαρκὶ ἐληλυθότα. Αοιπόν φησιν· Ὁπίσω σου εἰς ὀσμὴν μόρων σου δραμούμεθα. Ἡγοτν. Ἀκολουθήσομέν σο τὸν τρόπον μιμησάμεναι, καθ´ ὅν ἡμᾶς εἰς αἴσθησιν τῶν παναγάθων σου θελημάτων ἢγαγες· ὄς ἐστι πάντως τὸ τὴν ψυχὴν τιθέναι ὁπὸρ τῆς τῶν πολλῶν σωτηρίας, ὡς ἐκφαντικὸς τῆς περιληπτικῆς πασῶν τῶν θείων ἐντολῶν τελείας ἀγάπης. Καὶ ὀσμή σου ὑπὰρ πάντα τὰ ἀρώματα. Τῶν γ Πατέρων. Λοιπὸν ἡ ἐκ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας διὰ βίοω τελείου αὐτοῦ νυμφευθεῖσα ψυχὴ, καὶ τοῦ διδασκαλικοῦ τυγοῦσα ἀξιώματος, κἀντεῦθεν ἐνάγειν δυναμένη πρὸς τελειότητα τὰς ἀτελεστέρας ψυχὰς, πρὸς ταύτας φησίν· ἐσήγαγε με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ· ἤτοι ἀπεκάλυψε μοι τὰ περὶ ἑαυτοῦ θεῖά πο καὶ ἀπόκρυφα μυστήρια, ὅπερ καὶ ἐν τῷ μεγάλῳ γέγονε Παύλῳ ἄχρι τρίτου οὑρανοῦ ἀρθέντι, ἤγουν τήν τε ἡθικὴν καὶ φυσικὴν φιλοσοφίαν περάσαντι, καὶ ἄχρι τῆς θεολογικῆς φθάσαντι, καὶ ἀκούσαντι ἄβῥητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι Τῶν γʹ´ Πατέρων. Ἀποκρινόμεναι δὲ πάλιν, ὡς εἶρηται, αἱ ἀναγόμεναι ψυχαὶ πρὸς τὴν ἐνάγουσάν φασιν· Ἐπειδὴ, ὡς αὐτὴ ἔφης, εἰσήγαγε σε ὁ βασιλεὺς εἶς τὸ ταμεῖον αὐτοῦ, Ἐν ᾧ οἱ ἀπόκρυφοι θησαυροὶ τῆς σοφίας εἶσὶ, καὶ τὸν ταύτης σοι πλοῦτον ὑπέδειξεν, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί, Τίνι τρόπῳ ἀγαπήσομεν μαστούς σου; Ὑπὲρ οἷνον, ἤγουν ὑπὲρ τὴν δίκην οἵνου, τῆς ἀληθείας τὸν νοῦν ἐξιστῶσαν, ἐπιφάνειάν τε ὁρατῶν καὶ τὸ τοῦ νόμου γράμμα ἀναπήσομεν τὰ παρὰ σοῦ ἐν τῇ Ἐκκλησία τελούμενα σύμβολα. Δι´ ὥν τὴν εἰσαγωγικὴν διδασκαλίαν ὡς γάλα ποτίζεις τοὺς ἐν Χριστῷ νηπίους, καὶ τρέφεις πρὸς θεοσέβειαν. Δι´ ἣν αἰτίαν; Ὅτι εὐθύτης ἠγάπησε σε, ἥτις ἐστὶ Χριστός· αὐτὸς γὰρ εὐθύτης ἐστὶν ὡἀλήθεια.