Ancient Greek
295
Michael Psellus, Poemata 295
Unproofread scanNot analysed yet
μου πάντως τὸ νοερὸν ὑποτάσσουσαι αὐτῷ τὸ αἰσθητικόν· διὰ τοῦτο λοιπὸν ἐν ἐλπίσιν εἰμι, ὅτι καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με· ἤτοι, Τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ὡς τοὺς ἐκ δεξιῶν ὑποδεχόμενα, ἡ βασιλεία δηλαδὴ τοῦ Θεοῦ κατὰ τὸν μέλλοντα αἰῶνα περικυκλώσει με, ὡς μὴ ἀρχὴν χρονικὴν μήτε τέλος ἔχουσα· ἐμοὶ δὲ καὶ ἀρχὴ καὶ τέλος εὑρισκομένη. Δι´ αὐτὴν γὰρ ὡς ἂν ταύτην κληρονομήσω τὸ ἔξ ἀρχῆς γέγονα· καὶ εἰς ταύτην πάλιν διὰ φιλανθρωπίαν καταντῶ, παυομένη πάσης κινήσεως, καὶ ὑπ´ αὐτῆς ὁριζομένη, Ρεεῖί, φαλλοῦ. Τνίωνο Ραίνκι. Ἀλλὰ προστίθησί τινας ἡ, νύμφη πάλιν λόγῳ λέγουσα τάδε πρὸς αὐτοὺς, ὡς καθ´ εἱρμὸν, ρήσεις. Ταῦτα δέ εἶσιν· Εὐώνυμνος αὐτοῦ ὑπὸ κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περλήψεταί Ἡ τῶν ψσμάτων δύναμις τούτων καταθεμίζει. Ἰδοὺ γὰρ βέλος γίνεται χερσὶ ταῖς τοῦ τοξότου, Ἡ πρὸ μικροῦ τῷ θαυμαστῷ κατατρωθεῖσα βέλει, ς ἡ τοῦ Παύλου πέπονθε ψυχὴ καλῶς τρωθεῖσα. Κἀκεῖνος γὰρ γενόμενος πιστὸς, ἐξ ἀπιστίας ζωγρ Καὶ παρὰ Χριστοῦ τοῦ Λόγου καὶ Σωτῆρος, [ες Εὐθὺς πρὸς ἔθνη τὰ μακρὰν καὶ πλάνῃ βεβυσμινα Παρὰ τοῦ θείου Ηνεύματος οὖτος ἐξαπεστάλη, Εὲς τὸ ζωγρεύειν τὰς ψυχὰς τὰς ἐκπεπλανημένας, Τῷ Λόγῳ τοῦ κηρύγματος καὶ τῆς διδασκαλίας. Ταῦτα μὲν οὔτως ἔχουσιν, ὡς οἶμαι, στεφηφόρε· Σὺ δὲ μηδ´´ ὅλως ἐκπλαγῆς ἄπερ ἡ νύμφη λέγε ς ἄρα χεὶρ εὐώνυμος αὐτοῦ τῇ κεφαλῇ μου, Η τούτου δ´ αὖθις δεξιὰ καὶ περιλήψεταί με Τρόπον γὰρ βέλους κοσμικοῦ καὶ πετομένου λέγω, Ὁ λόγος ἐσχημάτισιν αὐτὴν ἐξαποστεῖλαι. Τῶν γʹ Πατέρων. Η διδάσκαλος ψυχὴ πρὸς τὰς μαυητευομένας φησίν· Ὥρκισα ὑμᾶς, θυγωτέρες Ἰερουσαλήμ. Ὥρκισα δὲ πῶς; Τὰς τοῦ νυμφίου ἀπειλὰς καὶ τὰς ἐπαγγελίας, τὰς δίκην ὅρκου ἀναγκαζούσας τοὺς ἀκούοντας αὐτῷ μόνῳ τὸν φόβον καὶ τὸν πόθον τηρεῖν. Ἀναδιδάξασα πάντας ὑμᾶς τὰς ἐν ἐγίῳ ἀποτεχθείσας μοι πνεύματι, ὅπερ ὅρασίς ἐστιν εἰρήνης, ὡς ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθεισν· ἤτις ἐστὶν ὁ καταλλάξας ἡμᾶς τῷ ἰδίῳ Πατρὶ μονογενής αὐτοῦ Λόγος· ὅρασις γὰρ εἰρήνης τὸ Ἰερουσαλὴμ ἐρμηνεύεται. Ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς Ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητο τὴν ἀγάπην, ἱως ἂν θελήσῃ. Ἥγουν, Τοιουτοτρόπως ὥρκισα ὑμᾶς, ἐὰν ἐν ταῖς ψυχικαῖς δυνάμεσι καὶ ταῖς σωματικαῖς αἰσθήσεσιν ὧν αἱ τοιαῦται δυνάμεις ἐνεργεῖν ἰσχύουσιν ὡς ἐν ἀγρῷ τῷ κόσμῳ ἐγείρητε κατ´ ἀρετῆν ἐν ἐαυταῖς καὶ ἐπὶ πλεῖον ἐξεγείρητε κατὰ γνῶσιν τὴν ἀγάπην, ἢ ἐστιν ὁ ὑπὸρ τῆς ἡμῶν σωτηρίας καταδείάμενος άνατον μονογενὴς τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος, ἕως ἂν θελήσῃ ἀξιῶσαι ἡμᾶς τῆς αὐτοῦ ἐμφανείας διὰ τῆς κατὰ χάριν θεώσεως. Εἰ γὰρ μὴ οὕτω διατεθῆτε περὶ τὴν ἀγάπην, εἰς μάτην λοιπὸν ἀνεδίδαξα ὑμᾶς τὰς τοῦ νυμφίου ἀπειλὰς, καὶ ἐπαγγελίας, μὴ βεβαιώσας διὰ τούτων ὥσπερ δι´ ὅρκου τὸν πρὸς σὐτὸν ὑμάτερον