Ancient Greek
296
Michael Psellus, Poemata 296
Unproofread scanNot analysed yet
φόβον καὶ πόθον, ἕως ἂν αὐτὸς ἡ ἀγάπη, ἥτις οὐδέ ποτε ἐκπίπτει, ἐπιφανεὶς ἡμῖν τὴν στρεψίαν χαρίσηται. Ψιλλοῦ Ἀλλὰ καιρὸς καὶ τῶν ἑξῆς ᾀσμάτων ἐπακοῦσαι. Ἀντιβολεῖ γὰρ καθεξῆς καὶ πάλιν τοὺς ἀγγέλους· ρκισα ὑμᾶς, θυγατίρες Ἰερουσαλὴμ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἔως ἄν ἡ λήσῃ. Ἀγρὸν τὸν κόσμον νόησον· ἰσχὺν δὲ τούτου πάλιν Τὴν τοῦ Δεσπότου δύναμιν τοῦ Αόγου καὶ νυμφίου. φησὶ γὰρ, Ὢ νυμφαγωγοὶ καὶ φίλοι τοῦ νυμφίου, Ἐκείνας καταλείψασα τὰς συνενεῖς αὐτκσεις Μεθ´ ὅρκου φίρω δέησιν ὑμῖν ἀπο καρδίας, Μηδέποτε παυθήσεσθαι λαμπρύνοντές με πλέον, Καὶ τὴν ἐμὴν αὐξάνοντες ἀγάπην πρὸς τὸν Λόγον. Μέχρις ὃν ὅλην με καλὴν ἐργάσησθε τοῖς τρόποις, Καὶ μέχρις ἄν ἐκπληρωθῇ θέλημα τοῦ νυμφίου Τοῦτο δ´ ἐστὶ τὸ θέλημα καὶ μόνον τοῦ νυμφίου Τοῦ θέλοντος τὸ σώζεσθαι πάντας ἀνθρώπους ὅντως Τὸ καθαράν με παντελῶς καὶ θεαυγῆ φανῆναι. Ἀλλ´ αὖθις θεωρήσωμεν τὰ καθ´ εἱρμὸν τοῦ λόγου, Φωνὴ τοῦ ἀδελφιδοῦ μου. Τοσοῦτον ἀκατάληπτον ὅντως ἐστὶ τὸ Θεῖον, Ὅτι κἂν πάσας ἀρετάς τις κατορθώσῃ πόνοις, Καν ὑψωθῇ πρὸς οὐρανοὺς τοῖς ἐναρέτοις τρόποις, Κἀντεῦθεν σύνεγγυς Θεοῦ νομίσῃ καθεστάναι, στω τυγχάνειν πόῤβωθεν τῆς θεϊκῆς οὐσίας, Ἰδοὺ γὰρ ἡ προκόψασα καὶ φθάσασα πρὸς ὕψος, Καὶ προσδοκῶσα σύνεγγυς ἐστάναι τοῦ νυμφίου, Οὑσίαν τῆς θεότητος οὐδ´ ὄλως ἐπεγνώκει. Φωνὴν δὲ τούτου νόησον τῶν προφητῶν τὰς ῥήσεις, Τὰς τὴν τοῦ Λόγου σάρκωσιν ἀῤῥήτως προδηλούσας Εἶτα καὶ τί φησιν ἐξῆς, ἐκεῖνο σκοπητέον. Ἰδοὺ οὖτος ἥκει πηδῶν ἐπὶ τὰ ὅρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς, Εἰποῦσα πρῶτον τῆς φωνῆς ἀκοῦσαι τοῦ νυμφίου Οὖτος, φησὶ, νῦν ἔρχεται πηδῶν ἐπὶ τὰ ὅρη. Καλῶς ἐφιλοσόφησεν ἡ καθαφὰ παρθένος, Ὁ γάρ τοι Λόγος τοῦ Θεοῦ πρὸ τῆς εἰς γῆν καθόδου, Προφήτας ἐξαπέστειλε προλέγειν τὴν ἐκείνου Τὴν πρὸς ἀνθρώπους κάθοδον, καὶ σάρκωσιν τὴν θείαν. Μετὰ δὲ τούτους ἔφθασε κἀκεῖνος οὐρανόθεν. Ὁ δὲ παρών αἰνίττεται λόγος ὁ τῶν ὁσμάτων, Τὸ τῆς ἑνανθρωπήσεως τοῦ θεανθρώπου Αόγου Δι´ ἡς εἱλκύσατο ψυχας ἐν σκότει καθημένας, Δαίιονας ὅλους καθελὼν καὶ μόνῃ κελεύσει Τούτους γὰρ ὅρη κάκληκε καὶ πάλιν βουνοὺς λέγει. Θαυματουργῶν γὰρ ὁ Χριστὸς, καὶ δαίμονας ἐκ- βάλλων πῷ λόγῳ μόνῳ, ξύμπαντας ἐπίσης ἐταρτάρου, ΡΣαίίί. vος οοσοὸιίοί πεί.