Ancient Greek
297
Michael Psellus, Poemata 297
Unproofread scanNot analysed yet
Τιίηνα Ραινι. μοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ ἐλάφῳ ἐπὶ τὰ ὄρη Βαιθήλ. Σχεδὸν ταυτόν τι πίφυκε τοῦτο τοῖς προῥῥηθεῖσι Κἀντεῦθεν γὰρ δεδήλωκε τὸν Λόγον καὶ νυμφίον, Τοὺς δαίμονας ἐλαύνοντα καὶ καταταρταροῦντα. Νεβρῷ δ´ αὐτὸν παρείκασεν ἐλάφων ἡ Παρθένος. ς δῆθεν ἀναλίσκοντα τὴν φύσιν τῶν δαιμόνων, Ἀσπερ τοὺς ὅφεις ἡ νεβρός. Ἀλλʹ´ ἡ νεβρὸς ἐκείνη,, Ὥτις ἐπ´ ὅρους τοῦ Βαιθὴλ ἔχει τὴν ἄνω κατοικίαν. Ὅρα δὲ γίνωσκε Βαιθὴλ τὴν ἄνω κατοικίαν. Ἡ δὲ δορκάς σοι τροπικῶς τὸν βλέποντα σημαίνει, Ουτος γὰρ βλέπων πέφυκεν ἀπάντων τὰς καρδίας. Τῶν γʹ. Πστίρων Οὔτω διδάξασα τὰς μαθητευομίνας ψυχὰς ἡ διδάσκαλος, διά τε τοῦ φόβου τῶν κολάσεων καὶ τῆς ἐλπίδος τῶν ἐπαγγελιῶν ἐγείρειν κατ´ ἀρετὴν, καὶ ἐξεγείρειν κατὰ γνῶσιν ἐν ἑαυταῖς τὴν ἀγάπην, μέχρις ἂν θελήσῃ ὁ νυμφίος ἐμφανισθῆναι αὐταῖς, καὶ στηρίξαι εἰς ἀτρεψίαν· λοιπὸν Ἰνα μὴ αὖται βραδύνειν τὴν τοῦ νυμφίου ἐπιδημίαν δόξασαι, ἀπαγορεύωσι διὰ τὸ τῆς ἀρετῆς ἐπίμονον, παραμυθουμένη ταύτας, φησί· Φωνὴ τοῦ ἀδελφιδοῦμου· ἐπειδὴ φωνῆ τοῦ ἀγαπητοῦ ὁ Πρόδρομος, ὡς κήρυξ τῆς μετανοίας καὶ ἐτοιμαστὴς τῶν θείων ὁδῶν καὶ τρίβων· φωναί εἰσιν αἱ τε ἀπειλαὶ καὶ αἱ ἐπαγγελίαι· ὡς αἱ μὲν ἐφελκόμεναι τοὺς ἀκούοντας πρὸς μετάνοιαν, αἱ δὲ ἐτοιμάζουσαι κατ´ ἀρετῆν τὰς ὁδοὺς τοῦ Κυρίου, καὶ εὐθείας ποιοῦσαι κατὰ γνῶσιν ἐν τούτοις τὰς τρίβους αὐτοῦ, Ἰδοὺ οὖτος ἥκει· ἡτοι, Ἰδοὺ οὖτος ἔρχεται· εἰ τῶν ἀπειλῶν αὐτοῦ καὶ τῶν ἐπαγγελιῶν ἀκούσαντες καθαρθῶμεν τῶν προτίρων πλημμελημάτων διὰ μετανοίας, καὶ τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν φωτισθῶμεν. Ἔρχεται δὲ ἑφ ἡμᾶς ἑτοιμασθέντας, ὡς εἴρηται, πηδῶν ἐπὶ τὰ ὅρη· ηγουν,, ὑψούμενος ἐπὶ τὰ δίκην ὑπερκειμένης κορυφῆς ἡμῶν ὑπερφυῆ δόγμτα τῆς αὐτοῦ θεότητος. Ἐκ γὰρ τῆς καταφατικῆς θεολογίας καταλαβέσθαι αὐτὸν ἐπιχειροῦντες, ἐν ᾗ βαίνων κατ´ ἐνέργειαν δείκνυται ὑπεραιρόμενος, ἐκ ταύτης τοῦτον ὁρῶμν ἐν τῇ ἀποφατικῇ θεολογίᾳ κατὰ τὸ ὑπερούσιον διαλλόμενον ἀπὶ τοὺς βουνούς. ς δὲ ὑπερανεστηκότες, καὶ οἷ βουνοὶ τὰ τῆς οἰκονομίας δηλοῦσι δόγματα, ἔντά καὶ ταῦτα ὑπὲρ κατάληψιν. Ἐφʹ ἂ κατὰ τὴν ἡμετέραν γνῶσιν ὁ νυμφίος διάλλεται ἀπὸ τοῦ Θεὸς ὤν ὁρᾶσθαι ὡς ἄνθρωπος· καὶ καταπηδῶν εἰς τὸ ἄνθρωπος ὧν γινώσκεσθαι ὡς Θεός. Ὅτι δὲ εἴρηκε περὶ τοῦ νυμφίου, πηδᾷν ἐπὶ τὰ ὅρη καὶ διάλλεσθαι ἐπὶ τοὺς βουνοὺς, τὸ δὲ πηδᾷν καὶ διάλλεσθαι δορκάδος ἵδιον καὶ ἐλάφου νεάζοντος, τούτοις λοιπὸν παρεικάζων αὐτὸν, φησὶν, Ὃμοιός ἐστιν ἀδελφιδός μου δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὅρη Βαιθήλ. Βαιρήλ δὲ ἐρμηνεύεται οἶκος Θεοῦ, οὖ ἐστιν ἡ τῶν πιστῶν Ἐκκλησία, ἡς ὑπάρχουσιν ὅρη διὰ τὸ ὕψος, τὰ περὶ τῆς θεότητος καὶ ἀνθρωπότητος τοῦ Μονογινοῦς εὐσιβέστατα δόγματα· ἐφ´ ἃ οὖτος ὁ τῆς νύμφης ἀγαπητὸς πηδῶν, ὡς προείρηται, καὶ διαλλόμενος, ὁμοίως τοῖς εἰρημένοις ζώοις τὰ νοητὰ θηρία τὰ εἰσπνέοντα δίκην ἰοῦ τὰ ἐναντία τῆς ἀληθείας δόγροτα κατὰ τῆς Ἐκκλησίας, ἀπελαύνει ταύτης ματων