Ancient Greek
301
Michael Psellus, Poemata 301
Unproofread scanNot analysed yet
σκιῶν. Καὶ ἐλθὲ εἶς τὸ διδάσκεσθαι τὰ τοῦ πνεύματος διὰ τὴν πρὸς ἐμὲ ἐγγύτητα ὡραϊσμένη μοι τοῖς τοῦ παναγίου Πνεύματος ἐνεργήμασιν. Ἐν οἷς γὰρ τρόπον τινὰ μακρύνῃ ἀπ´ ἐμοῦ τοῖς τύποις, διὰ τὰς μαθητευομένας συγκαταβαίνουσα, ἐν αἰσθήσει καλὴ καὶ οὐ πνεύματι, ταύταις δοκεῖς, ὡς μὴ χωρούσαις τὰ τοῦ πνεύματος Εἴτα ἐπειδὴ τὸν μὲν αἰτίαν ὑπέδειξε δι´ ἡν ἀπῄτησεν αὐτὴν τὴν πρὸς αὐτὸν ἐπανέλευσιν, διδάξας ἐφθακέναι τὸν καιρὸν τῆς ἐν σαρκὶ ἐπιδημίας αὐτοῦ, καθ´ ἣν καὶ πρὸς τοὺς οἰκείους μα θητὰς ἔλεγε τό- Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν τὸ δέ, ἐν ποία ἀσφαλείᾳ δεῖ πρὸς αὐτὸν ταύτην ἐλθεῖν, οὐκ ἐδήλωσε, νῦν καὶ ταύτην διδάσκων, φησίν· Καὶ ἐλθὲ σὺ, περιστερά μου ἐν σκέπη τῆς πέτρας. Ἐχόμενα τοῦ προτειχίσματος· ἤτοι, ἐπειδή σοι μὴ ἐπακολουθοῦσιν αἱ διδασκόμεναι, διδασκούσῃ ταύτας διὰ τῶν ἐν αἰσθήσει τὰ τοῦ πνεύματος, ἐλθὲ σὺ, ἡ πνευματικὴ, τῇ ἐμῇ τοῦ ἀτρέπτου εὐαγγελικῇ παιδαγωγίᾳ φυλαττομένῃ ἀκολούθως τῆ κατὰ τὰς ἐντολὰς τοῦ γραπτοῦ νόμου προφυλακῇ. Ὁ γὰρ γραπτὸς νόμος προτειχίσματος δίην ἀπὸ τῶν κατ´ ἐνέργειαν παθῶν προεφύλαττε, καὶ τοὺς τύπους, μόνον τῆς ἀληθείας ἐδείκνυεν, οἷς ἀκόλουθον πρὸς τελειότητα, τῇ μὲν καθάρσει τῶν κατ´ ἐνέργειαν παθῶν, ἡ καὶ αὐτῶν τῶν ἐναντίων ἐπιθυμιῶν ἔκπλυσις· τῇ δὲ θεωρίᾳ τῶν τύπων, ἡ ἐν πνεύματι ἀναγωγὴ πρὸς αὐτὴν τὴν ἀλήθειαν· ὅπερ ὁ πνευματικὸς διδάσκει νόμος, πάντως τὸ Εὐαγγέλιον, ἐν ᾧ σκεπόμεθα παρὰ Χριστοῦ τῆς πνευματικῆς πέτρας, κατὰ τὸν θεῖον ἀπόστολον. Οὕτως οὖν καλέσας αὐτὴν, τί βούλεται λοιπὸν, τὸ ταύτην καταλιπεῖν τὸ διδάσκειν τὰ τῆς σκιᾶς, καὶ πνεύματι καὶ ἀληθείᾳ ἐλθεῖν πρὸς αὐτὸν, φησίν, Δεῖξόν μοι τὴν ὅψιν σου. Ἤγουν, ἀνακάλυψόν μοι τὸν κατ´ εἰκόνα ἐμὴν καὶ ὁμοίωσιν πνευματικόν σου χαρακτῆρα, ὄν διὰ τὸ θεατὸν ταῖς μαθητευομέναις γενέσθαι, τύποις τῆς, ἀληθείας καὶ συμβόλοις συνεκάλυψας. Καὶ ἀκούτισόν με τὴν φωνήν σου. Ἐν τῷ πνευματικῶς ἐντυγχάνειν μοι. Τήν γὰρ φωνὴν τῆς διδασκάλου ψυχῆς τὸ μὲν πνεῦμα ἀνάγει πρὸς τὰ ὧτα Κυρίου· τὰ δὲ ῥήματα καὶ τὸ γράμμα, οἷς ὁ ἀπλοῦς ἐν πνεύματι λόγος παχύνεται συντιθέμενος, κατάγει πρὸς τὰ ὧτα τῶν μαθητευομένων. τίωΠ ΡοιΦΩἱ. Εἱ [οε ἰμα ἀεοονα. παεα. Εσείνέ. μου. φελλοῦ. Τούτου πολλάκις εἴπομεν τοῦ λόγου τς ἐμφάσεις Λόγους λοιπὸν τοὺς ἐφεξῆς προσεφερμηνευτέον, Ὦ παρθενεύουσα, φησὶν, ψυχὴ καθαρωτάτη, Ἀνάστηθι τοῦ πτώματος, καὶ δεῦρο, πλὴν προθύμως, Οὐκ ἐξ ἀνάγοης δέ τινος, ἀλλ´ ἕκουσίᾳ γνώμῃ. Φημὶ γὰρ δεῦρο, τουτίστιν ἐκουσίως.