Ancient Greek
302
Michael Psellus, Poemata 302
Unproofread scanNot analysed yet
οὕτω δὲ πάντως πρὸς ἐμὰ τὴν πτραν, φησὶ [φθάσεις, πολλὴν τὴν πέτοαν τὸν Χριστὸν ζωῆς τῆς αἰωνίου, Ἀπὸ τοῦ προτειχίσματος τοῦ παλαιτάτου νόμου, Τοῦ σύνεγγυς τυγχάνοντος τῆς πέτρας μεταβᾶσα Ἔρχεται γὰρ ὡς ἀληθῶς, τουτέστι προσεγγίζει Τῆς πέτραι τὸ προτείχισμα, καὶ μάθε καὶ τι [τρόπον· προτείχισμα δὲ λέγεται δῆθεν ὁ πάλαι νόμος. έτρα δὲ πάλιν ἀρραγὴς ἡ νέα διαθήκη. Κἂν δοκῶσιν ἔξωθεν ἀλλήλων ἀφεστάναι, Ὁ νόμος ὁ Μωσαϊκὸς καὶ ὁ τῶν Εὐαγγελίων, Ἀλλ´ ὅμως κατὰ δύναμιν ἀλλήλοις συνεργοῦνται. Τί γάρ ἐστιν ἐγγύτερον τῶνδε τῶν κελευσμάτων Ὁ παλαιὸς νομοθετεῖ νόμος τὸ μὴ μοιχεύειν, Ἀλλ´ ὁ παρών καὶ καθ´ ἡμᾶς ὁ τῶν Εὐαγγελίων, Καὶ πάλιν ἐγκελεύεται τέμνειν ἐπιθυμίαν. Ἐκεῖνος δʹ αὖ ἀπέχειν σε νομοθετεῖ τοῦ φόνου, Ὁ δὲ μηδ´ ὅλως πρὸς ὁργὴν κινεῖσθαι δογματίζει. Εἰ δὲ ξητεῖς καὶ πρόβατα καὶ Σάββατα καὶ Πάσχα, Τὰς φανερὰς καὶ σαρκικὰς ἐκείνου διατάξεις, Καὶ ταῦθ´ εὑρήσεις ἐν αὐτῷ πνευματικῶς ἐγκύπτων. Ἡ πέτρα γὰρ πνευματικὴ κʹ οὐ χοικὸς ὁ τοῖχος. Ἀλλ´ ἀκουσώμεθα λοιπὸν τῶν ἐφεξῆς ῥημάτων, Ἀπόκρισιν γὰρ δίδωσιν ἡ νύμφη τῷ νυμφίῳ. Δεῖξόν μοι τὴν ὅψιν σου, καὶ ἀκούτισόν μ τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ [ὄψις σου ὡραία. Μηκέτι μοι προσομιλῆς, φησὶ καλὲ νυμφίε, Διὰ τινων προφητικῶν καὶ νομικῶν βιβλίων, Ἀλλ´ ὡς ἷξον μοι βλέψαι σε, καὶ σῆς φωνῆς ἀκοῦσαι, ἀκούτισόν με τὴν φωνὴν, καὶ δεῖξόν μοι τὴν πὶ χὰρ ἡδεῖα πέφυκεν οὕτω καὶ γλυκυτάτη Η σὴ φωνὴ προφητικῶς ἡμῖν ἦν ἡχουμένη, Κἀντεῦθεν ἥν σου βλέπομεν ὅψιν ὡς ἐν κατόπτρῳ, Ὡραιοτάτη πέφυκε καὶ πανευειδεστάτη, Ἀ ποταπὸν καθέστηκεν τὸ κάλλος τῆς σῆς ἰδίας, Καὶ τῆς φωνῆς ὁ γλυκασμὸς ἀμέσως δεδεγμένος! Ἡκουσε τὴν παράκλησιν τῆς νύμφης ὁ νυμφίος, Ὁς μᾶλλον ὥσπερ ἐαυτὸν εἰς τοὐμφανὲς δεικνύων,, Πρῶτον εἰς ἄγραν παρορμᾷ τοὺς θηρευτὰς, καὶ λέγει· Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ὢ τῆς ορικτῆς καὶ φοβερᾶς τοῦ Λόγου δυναστείας! Ὡ παναλκοῦς δυνάμεως! ὧ κράτους ἀποῤῥήτου! Κελεύει γὰρ τοῖς θηρευταῖς, τουτέστι τοῖς ἀγγέλοις, Ὥσπερ ἀλώπεκας τινας μικρὰς δυστηνοτάτας Τὴν πᾶσαν ἀποστατικὴν δύναμιν τῶν δαιμόνων, Θηρεῦσαι καὶ συναγαγεῖν, κρατῆσαι, καὶ δεσμεῦσαι, Τὸν δράκοντα τὸν μέγιστον τὸν ἀποστάτην φυσει, ος ἐνεδρεύει καθ´ ἡμῶν, ὡς λίων εἰς ποίμνας μα νεται, Τοῦ κοσμοκράτορος Σατᾶν, τοῦ σκότους τὸν προττην, Τὸν ἄδην τὸν πλατόνοντα τὸ στόμα τὸ ζοφῶδες, Τὸν ἕχοντα καὶ φέροντα τὸ κράτος τοῦ θανάτου,