Ancient Greek
312
Michael Psellus, Poemata 312
Unproofread scanNot analysed yet
Ἰοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἱδοὺ εἶ καλή· σου. Ψελλοῦ, Τούτων ὡς ἤκουσεν αὐτῆς τῶν λόγων ὁ νυμφίος, Πρὸς ἔπαινον ἐγείρεται τοῦ κάλλους αὐτῆς λέγων· Ἰδοὺ εἰ καλὴ, ἡ πλησίον μου. αλὴ γὰρ ὄντως πάφυκας, φησὶ, κἀμοῦ πλησίον, Πάσας σωθῆναι θέλουσα ψυγὰς τὰς τῶν ἀνθρώπων. ΚΕἰτ´ ἐπαινέσαι βουληθεὶς αὐτὴν καὶ κατὰ μέρος, ησί πως οὔτω πρὸς αὐτὴν, ἤγουν τὴν Ἑκκλησίαν· Ὁρθαλμοί σου περιστερᾶς. σπερ ἐν σώματι βροτοῦ πολλὰ τυγχάνει μέρη, Πόδες, καὶ χεῖρες, καὶ μαστοί, καὶ στῆθος, καὶ κοιλία Οὕτω καὶ σῶμα τὸ σεπτὸν τῆς θείας Ἐκκλησίας, οὗπερ τυγχάνει κεφαλὴ Χριστὸς ὁ καὶ νυμφίος. Ἐἔ ὀφθαλμῶν ἀπήρξατο τὸν στέφανον συμπλέκειν, πὺ δ´ ὁφθαλμόν ἐννόησον τῆς θείας Ἐκκλησίας, Τὸ σύνταγμα τῶν προφητῶν τῶν ὀξυδερκεστάτων Θέλων δὲ ταύτης ἐπαινεῖν τοὺς ὀφθαλμοὺς τοὺς [νδον, Φησὶ καὶ ταῦτα πρὸς αὐτὴν, ὡς καθ´ εἰρμὸν εὑρήσεις· Ἐκτὸς τῆς σιωπήσεώς σου. Τοὺς ὀφθαλμούς σου γὰρ, φησὶν, ἐπήνεσα τοὺς ἔξω, Οἱ γὰρ ἐντὸς ὑπέρτεροι τυγχάνουσιν ἐπαίνου, Τῶν γʹ Ηατέρων. Ὅθειν ὁ ταύτης νυμφίος ἀποδεζάμενος αὐτὴν, ὡς κατὰ πάντα ὡραίαν, φησίν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἤτοι, ὅδοὺ ὑπάρχεις ὡραία, ἡ ἐγγύσασά μοι διὰ μιμκσεως, ὡς τὸ κατ´ εἰκόνα καὶ καθ´ ὁμοίωσιν κάλλος κατ´ ἐμπρ. . . γνῶσιν συνάψασα· ἵδοὸ ὑπάρχεις ὡραία, καὶ διὰ τὸ ἐπὶ πᾶσι τοῖς κατορθώμασιν ὰτοσον Καὶ οὕτω μὲν καθολικῶς τὸν ταύτης ἱπαινον Ἀποιήσατο. Εἰτα καὶ κατὰ μέρος τοῦτον διέξεισι φάσκων· Ὀφθαλμοί σου περιστερᾶς, ἐκτὸς τῆς αιωπήσεώς σου· οἱ τῶν αἰσθητῶν πάντως ἀντιλαμβανόμενοι, καὶ οἱ τῶν νοητῶν πνευματικοί· ὅτι διὸ αὼτῶν πᾶσαν τὴν κτίσιν πρὸς δόξαν τοῦ πεποιηκότος ὁρᾷς· οὕτω δὲ σου οἱ ὀφθαλμοὶ οὖτοι πνευματικοὶ ἐκτὸς τῆς ἐπὶ Θεῷ ἀφασίας σου. Καὶ γὰρ μᾶλλον αὕτη πνευματικὴ, ὅτι ἐν ἁγίῳ Πνεύματι ὑπερ γνῶσιν γικώσκει τὸ ποῦ Θεοῦ ἀκατ-λαπτον Ψελλοῦ. Ταῦτα μὴν οὖν ὡς γυναικὶ προσομιλεῖ τῇ νύμφῃ. πὶ δ´ ἀναγωγικώτερον ἐξερουνῆσαι θέλεις, τριχώματα πεφύκασι τῆς νύμφης καὶ παρθένου, Ἄγουν ἐγιαλλωπίσματα τῆς θείας Ἐκκλησίας, Τὸ πλῆθος ὄντως τοῦ λαοῦ τῆς ἐξ ἐθνῶν ἀγέλης. Ὁδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἱ ἀναβαίνουσαι ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἀν αὐταῖς. Ὀδόντας δέ μοι γίνωσκε τοὺς θείους διδασκάλους, Τοὺς σαφηνίσαντας ἡμῖν Γραφὴν τὴν σεβασμίαν, Τοὺς φροντίδας σαρκὸς ἀναποκειραμένους, Καὶ τῷ τὴς συνειδήσεως λουτρῷ κεκαθαρμένους, Διδυμοτόκους τούτους δὲ πάλιν ὁ λόγος εἶπεν,