Ancient Greek
313
Michael Psellus, Poemata 313
Unproofread scanNot analysed yet
Ὡς καὶ ψυχῆς καὶ σώματος καλῶς καθηγνισμένους Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά [σου ὡραία. Ἐν τούτοις πάλιν ἐπαινεῖ τὰ χείλη μὲν τῆσνύμφης. Σὺ δὲ σπαρτίον γίνωσκε τῆς σιωπήσεως τὸ μέρος, Τὴν δ´ αῦ ὡραίαν λαλιὰν τὸ κήρυγμα τὸ θεῖον. Φησὶ γαρ· Σὺ κατώρθωσας τῆς σιωπῆς τὴν χάριν Μηδὲν λαλοῦσα περιττὸν, μηδὲ πεπλανημένον· Εἰ γὰρ θελήσεις πώποτε λαλῆσαι καὶ φωνῆσαι, Τὸ κήρυγμα τῆς πίστεως κηρύττεις καὶ διδάσκεις Ἰδοὺ εἶκαλὴ, ἡ πλησίον μου, Ἰδοὺ εἴ καλή. Διπλοῦν κἀνταῦθα δέδωκε τὸν ἔπαινον τοῦ κάλλους, Τὸ τοῦ προσώπου γὰρ αὐτῆς νῦν ἐπαινέσας μῆλον, τὸ πλῆρες ἐρυθήματος καὶ σωφροσύνης γέμον, Ἐπῄνεσε καὶ τῆς ψυχῆς τὸ κάλλος, λέγων οὕτως· Ἐκτὸς τῆς σιωπήσεως τοῦ κάλλους τῆς ψυχῆς σου. Ταῦτα μὲν οὖν ἐρωτικῇν ἔξωθεν ἔχει θέαν, Ἀλλ´ ἔνδον μεγαλοπρεπεῖς τὰς ἀναβάσεις ἔχει. Τρίχωμάσου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἱ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. Τῶν γʹ Πατέρων. Ἐτοι, οἱ πρακτικοί σου λογισμοὶ, καὶ οἱ θεωρητικοί ἐν πνεύματι λόγοι, καὶ θεολογικαὶ τῶν ὁπὲρ νόησιν ἀγνώστων δογμάτων ἐπιβολαὶ, ἄπαντα ἐκ τοῦ νοός σουοα δὴ κεφαλῆς κομώσης θρὶξ πνευματικῶς φύονται· καὶ πρὸς τὰ ἐν σαρκὶ καὶ κόσμῳ ἀναισθητοῦσι δίκην εὐθαλοῦς τριχώματος αἰνῶν ἀποναλυπτομένων ἐξ ὅρους ἀπόπτου Γαλαὰδ καλουμένου, αὶ ἀποκεκαλυμμένα εἰσὶν ἀπὸ σκότους κακίας καὶ ἀγνοίας καὶ ἀθείας, ὡς ἐκ τούτων εἰς ἀρετὴν καὶ γνῶσιν καὶ θεοσέβειαν μετοικισθέντα παρὰ τοῦ μαρτυρουμένου τοῖς πιστοῖς τὰ μέλλοντα δικαιωτήρια Εὐαγγελίου, ὅπερ δηλοῖ τὸ Γαλαὰδ, μετοικία μαρτυρίας ἑρμηνευόμενον. Ὁδόντες σου ὠς ἀγέλαι τῶν κεκαρμένων, αἶ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὥγουν, αἱ διανοήσεις σου, δι´ ὧν ὥσπερ τικῶν ὀδόντων τὸ σωματικὸν πάχος τοῦ γραπτοῦ νόμου καὶ τοῦ φυσικοῦ λεπτύνεται εἱς ἀληθῆ νοήματα, καὶ πρὸς βρῶσιν πνευματικὴν ἐπισήδειον γίνεται, δίκην κεκαρμένων ἀγελῶν πᾶσαν ἔννοιαν ψευδῆ περιήρηνται, περὶ μόνην συναγελαζόμεναι τὴν ἀλήθειαν. Αἶ καὶ ἀνέβησαν ὑψωθεῖσαι πρὸς τὰ πνευματικὰ καὶ οὐράνια ἐκ τῶν γηίνων καὶ σαρκικῶν τούτων ὡς ἀπὸ λουτροῦ καθαρεύουσαι· καὶ πᾶσαι διὰ τῶν εἰρημένων νόμων διδυμοτοκοῦσαι τοὺς λόγους, καὶ τοὺς τρόπους τῶν ἀρετῶν ἄκαρπος καὶ ἀνωφελής ἔννοια οὐκ ἔστιν ἐν αὐταῖς, Ἅς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Δηλονότι οἶα μὲν σπαρτίον μεμετρημένον, οἷα δὲ κόκκινον ἀληθῆ τὸν λόγον προφέροντα, οὖ ἡ λαλιὰ πάντως ἡ προφορὰ διὰ ταῦτα ὡράισται θς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου Δηλαδὴ οἷα λέπυρον ῥοᾶς στύφουσα εἰσιν αἱ παρειαί σου· διὰ τὸ στυγνόν τε καὶ ἀδιάχυτον, καὶ ἕτε μὴ σιωπᾷς. Εἰ γὰρ καὶ ταῖς ὁμιλίαις εἴωθε πολλάκις