Ancient Greek
323
Michael Psellus, Poemata 323
Unproofread scanNot analysed yet
Τνίμνι Ραίνωνο. Παίνες. Τίμηα Ραίνμη. Κατῆλθον ἔγωγε, φησὶ, πρὸς κῆπόν σου, παρθένε, Καὶ τῶν καλῶν ἀπήλαυσα τῶν σῶν καρπῶν εἰς Καὶ τῇ θερμῇ τῶν τέκνων σου πίστει καὶ μετανοίᾳ, Κεγάλην ἔσχηκα χαρὰν, μεγάλην εὐφροσύνην. Ὅλον δὲ τοῦτο πέφυκεν ὁ τρυγητὴς τῆς σμύρνης, βρῶσίς τε τοῦ μέλιτος, καὶ γάλακτος ἡ πόσις. Ταῦτα τῇ νύμφῃ προσειπὼν Χριστὸς ὃ καὶ νυμφίος, ὅσπερ ἀντίχαρίν τινα τῆς μελιτοτροφίας, Τὸ σῶμα δίδωσιν αὐτοῦ τοῖς τέκνοις τῆς παρθένου. Φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς, πλὴν μόνους τοὺς ἀξίους, Οὓς καὶ πλησίον εἴρηκεν οὗτος αὐτοῦ τυγάνειν· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί μου Ὅσοι πεφύκατε, φησὶ, τοῖς ἔργοις, ἀδελφοί μοι Τὸ σῶμα μέν μου φάγετε, τὸ δʹ αἷμα πίετέ μου. Εἶτα μεθύσθητε, φησὶν, ἀπὸ τῆς εὐφροσύνης, Καὶ πάντων λήθην λάβετε τῶν κοσμικῶν φροντίδων, Ὡς ἐν ἐκστάσει δήπουθεν γενόμενοι τῇ μέθῃ. Τῶν γʹ Πατέρων. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Δηλονότι, ἀναχώρησον. τὸ τὰς διδασκομένας μοι ψυχὰς τοῖς πάθεσι χειμάζον δίκην ἀνέμου βορῥᾶ πονηρότατον Πνεῦμα· καὶ ἔρχου ἀεὶ, τὸ ταῖς οἰκείαις χάρισι ταύτας διαθιρμαῖνον, ὡσπερ ἀνέμου νότου πνοὴ, πανάγιον Πνεῦμα. Διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου Ἡτοι, πνεῦσον εἰς ἂς αὐτὴ ψυχὰς τοῖς διδασκαλικοῖς λόγοις οἶά τινα κατεφύτευσα κῆπον, καὶ χεθήτωσαν ἐπὶ ταύτας κατὰ μετάδοσιν τὰ θεῖά σου χαρίσματα· οἱς αὐτὴ καθάπερ τισὶν ἀρώμασι κέχρισμαι. Κἀντεῦρεν. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ· πάντως τὰς μαθητευομένας ψυχὰς παρ´ ἐμοῦ, ἀς αὐτὴ διδασκαλικῶς ταῖς θείαις ἐντολαῖς, ὡς θεῖον κατεφύτευσα κῆπον. Διὰ τοῦτο ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν ταῖς εἰρημέναις ψυχαῖς ὁ ἀγαπητός μου,. Καὶ φαγέτω καρπὸν ἀκροδρύων αὑτοῦ. Ὥγουν, Εὐωχηθήτω τὴν τούτων τῶν ψυχῶν σωτηρίαν, ἣν αὅτὸς οἰκεῖον ἔφησε βρῶμα, εἰπὼν, ὅτι Ἀμὸν βρῶμά ἐστιν, Τνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· ὅπερ ἐστὶ κατῤ γνώμην οἰκείαν σωθῆναι τὸν ἀνθρωπον. Καρπὸς δὲ τῶν τοῦ νυμφίου ἀκροδρύων ἡ τῶν ἀνθρώπων ὑπάρχει σωτηρία, ὧς ἀποτέλεσμα τῶν παναγάθων αὐτοῦ θελημάτων· ἄπερ εἰσὶν αἱ ἄγιαι αὐτοῦ ἐντολαὶ, αἱ κατὰ πρᾶξιν ἐγκεκεντρισμέναι ἐπὶ ταῖς δίκην δρυῶν ἑδραίως ἐῤῥιζωμέναις τῇ εἰς αὐτὸν πίστει ὡυχαῖς. Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἐτρύγησα σμύρναν μου, μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου, μετὰ μίλιτός μου· ἔπιον οἶνόν μου, μετὰ γάλακτός μου· φάγετε, οἱ πλησίοι, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Τῶν γʹ´ Πατέρων.