Ancient Greek
324
Michael Psellus, Poemata 324
Unproofread scanNot analysed yet
Τοιαύτη γὰρ ἧν ἡ παρακαλέσασα, ὡς μὴ παρακουσθῆναι. Ὅθεν ποιούμενος πρὸς αὐτὴν τὴν ἀπόκρισιν, φμσίν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη. Δηλαδὴ, Ὅν αὐτὴ κατεφύτευσας διδασκαλικῶς ταῖς ἐμαῖς ἐντολαῖς· δʹ ὧν ἐδιώχθη μὲν ὁ χειμὼν τῶν παθῶν, ἔπνευσε δὲ μου τὸ πανάγιον Πνεῦμα, καὶ τὰ ἐν τῷ τοιούτῳ κήπῳ φυτὰ ἤνεγκεν, οἷα μόρα παντοῖα τοὺς τῶν ἀρετῶν λόγους· καθ´ οὕς καὶ αὐτὸς, εἰσῆλθον ἐν τούτῳ τῷ κήπῳ, ἐν ᾧ τὰ ἐμὰ θελήματα, αἱ ἅγιαι μου ἐντολαὶ ἐφυτεύθησαν· δρεώάμενος πάντως τὸν τούτου καρπὸν, ὅς ἐστιν ἡ τῶν εἰρημένων ἐντολῶν ποίησις. Ἀδελφή μου, τοῦ κατὰ φύσιν Υἱοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ποιοῦσα τὸ θέλημα τούτου καὶ υἷοθετηθεῖσα αὐτῷ κατὰ χάριν· καὶ νύμφη μου ὡς κολληθεῖσά μοι δι´ ἀγάπης καὶ πνεῦμα ἔν γενομένη. Εἰσελθὼν δὲ ἐν τῷ εἰρημένῳ κήπῳ μου, ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου· ἥτοι, τῆν τοῦ σαρκικοῦ φρονήματος τῶν μαθητευομένων σοι νέκρωσιν μετὰ τῶν ἐπομένων ταύτη ἀρετῶν. Οἱ γὰρ σαρκὶ καὶ κόσμῳ νεκρώσαντες τὸ φρόνημα, Πνεύματι τοῦτο ζητοῦσι, καὶ προσφέρουσι Θεῷ οἷά τινα καρπὸν ἀρωμάτων, ἐντολῶν αὐτοῦ ποίησιν· περὶ ἦς φησιν· Ἕφαγον ἄρτον μου μετὰ μέλιτός μου· ἔπιον οἶνον μου μετὰ γάλακτός μου. Καὶ ἄρτος μὲν αὐτοῦ ἑστιν ὁ, ὡς προλέλεκται, αὐτὸς δεδήλωκεν ἐν Εὐαγγελίοις εἰπών, ὅτι Ἐμὸν βρῶμά ἐστι τὸ ποιεῖν τὸ θέλημα τοῦ Πατρός μου· μέλι δὲ, τὰ γλυκαίνοντα τὸν ταῦτα προφέροντα λάρυγγα, θεῖα τούτου λόγια· οἶνος δὲ, ἡ ἐκστατικὴ τῆς κατὰ φύσιν θεώσεως χάρις, καὶ γάλα ἡ ἄδηλος ἁπλότης. Λοιπὸν ἐν αἷς οὖτος διὰ τῶν ἀγίων αὐτοῦ ἐντολῶν εἰσέρχεται ψυχαῖς, καὶ τρέφει μὲν ταύτας, ὡς ἄρτῳ μετὰ μέλιτος. τῇ ἄρτῳ μετὰ γνώσεως· ποτίζει δὲ οἵα οἶνον μετὰ γάλπατος, τῆν κατὰ χάριν θέωσιν, μετὰ τῆς ἀδόλοω ἁπλότητος· τὴν τούτων σωτηρίαν αὐτὸς οἶονεί τινα ἄρτον μετὰ μέλιτος ἐσθίει, καὶ οἱονεί τινα οἶνον μετὰ γάλακτος πίνει. Ὅθεν πρὸς οὔς εἰσῆλθεν, ὡς, εἴρηται, καὶ οἰκητήρια τούτους ἐν ἀγίῳ Πναύματι ἑαυτοῦ ἐποίησε, φησί· Φάγετι, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί μου. Ἔγουν, Ἐτραφέντες μὲν οἱ ἀπαλλαγέντες παθῶν, καὶ ἐγγίααντές μοι διὰ καθαρωτάτης μεταγνώσεως τῇ ἀρετῇ· πίεστε δὲ τὸν ἐκστατικὸν τῆς θεώσεως οἷνον μετὰ τῆς πρός με ἀδόλου πίστεως. καὶ ἀπὸ τῶν κατὰ φύσιν πρὸς τὰ ὑπὲρ φύσιν μετάστητε, οθς κατὰ χάριν ἐν ἀγίῳ πνεύματι υἱουίτησα τῷ ἰδίῳ Πατρί- Ταῦτα γοῦν διὰ τὰς παρακλήσεις τῆς νύμοης πρὸς τὰς μα θητευομένας εἰρηκότος τοῦ νυμφίου, αὔτη ταύταις ἑαυτὴν ποιουμένη παράδειγμα τοῦ πῶς ἀκούσονται τῆς φωνῆς τοῦ νυμφίου αὐτῆς, καὶ εἰσοικίσονται τοῦτον, φησίν· Ἑγὼ καθεύδω, φησί, καὶ ἡ καρδία μου ἀγρυπνεῖ, φωνὴ ἀδελφιδοῦ μου κρούει, ἐπὶ τὴν θύραν. Καὶ καθεύδω μὲν πρὸς τὰ ἡδέα τῶν παρόντων, ἐπὶ τούτοις τῇ ἀργίᾳ Δσπερ ὄπνουσῶν μου τῶν αἰσθήσεων. Γρηγορεῖ δέ μου ὁ νοῦς, ὃνα μὴ ἃ ὁπὸρ λόγον Λόγος ἐλθών εὑρήσῃ αὐτὸν ῥαθυμοῦνταἘν οἷς δὲ γρηγορεῖ, ἀούει τῆς αὐτοῦ τοῦ ἀγαπηΡεείί.