Ancient Greek
330
Michael Psellus, Poemata 330
Unproofread scanNot analysed yet
ἐκπεπτωκότες. Εἶτα καὶ κατὰ μέρος ἡ νύμφη τὴν τῶν γνωρισμάτων τοῦ νυμφίου αὐτῆς ποιουμένη ἐξήγησιν, φάσκει· Κεφαλῆ αὐτοῦ χρυσίον ὀφάτζ. Ἥγουν, ἐ τοῦτον κατ´ οὐσίαν γεννῶν ἀπόῤῥητος Νοῦς(πρὸς ὅν ὡς κεφαλήν ὁ ἄρρητος αὐτοῦ Λόγος τοῦ συμουοῦς κατ´ οὐσίαν Πνεύματος, ἀνάγει τὸν ἑπόμενον νῦν οἶα χρυσίον καθαρώτατον τῶν λοιπῶν ὅλων ὑπερκείμενον), πάντων κατὰ πάντα τρόπον ἀπείρως ἐξῴκισται. Κεφαλὴ γάρ ἐστι τοῦ Χριστοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὡς Θεὸς καὶ Πατήρ. Τούτων δ´ οὕτως πάντων ὑπερηρεισμένων θεωριῶν καὶ κατὰ τὸ ἐγχωροῦν ἐν πείρᾳ αὐτεῦ γίνεται, ὁ μηδὲν τῶν ὅντων ὑπερανατιθεὶς τοῦ ταῖς ἀναποδεί. κτοις μυσταγωγίαις ἀγνώστως νοουμένου ἦ χινωσκομένου ὑπὲρ νόησιν λόγου τῆς πίστεως, καὶ ὑπὲρ τοῦ τηρῆσαι τοῦτον, ὅλον ἐαυτὸν τοῖς πειρασμοῖς, προδιδοὺς, κἀντεῦθεν ὡς ἐν καμίνῳ καθαρώτατον χρυσίον φυλάττων τὴν πίστιν ἀμείωτον. Βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. Ἡτοι, αἱ ἐν ἀγίῳ Πνεύματι ὑπὸ τοῦ Μονογενοῦς ἐκπληρούμεναι τοῦ Πατρὸς εὐδοκίαι, τὸ ὃν, ἡ ζωή, ἡ σοφία, καὶ τὰ ὅμοια. Ἅπερ κατακαλύπτουσι ταῖς κατὰ φύσιν, οἷά τινα κεφαλήν τρίχες, τὴν μίαν ἀρχὴν καὶ αἰτίαν τῶν ὅλων ὑπὸ κατάληψιν ποιεῖς δοκοῦντα τὸν ἀκα. τάληπτον. Ἐλάται μέν εἰσιν ὑψηλά τε καὶ οὐρανομήκη δένδρα, ὡς τοὺς τούτων κατὰ γνώμην ἀντεχομένους ἐν τῷ προνοεῖσθαι δι´ ἀγάπης τῶν ἐχομένων ἀνάγουσαι κατὰ πρᾶξιν μιμητικῶς πρὸς τὸ ὕψος τῆς θείας μακαριότητος· μέλανες δ´ οἷα κόραξ, ὡς τῷ ἀνεξεριυνήτῳ τῶν κριμάτων τῶν θείων συστέλλουααι κατὰ θεωρίαν τὸν νοερὸν ὁφθαλμόν. Καὶ γὰρ. ὥσπερ τὸ λευκὸν χρῶμα ὑφαπλοῖ τὴν ὅψιν, οὕτω τὸ μέλαν συστέλλει. Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματά ὑδάτων· ἤγουν, αἱ τοῦ παναγίου Πνεύματος ἐνέργειαι φαμοὶ Κυρίου προσαγορευόμεναι, ὅτι δι´ αὐτῶν πέφυκεν ἐπισκοπεῖν τοὺς ἐπὶ γῆς ὁ Θεὸς), ὡς τινες περιστεραὶ ἐπὶ πλήρεις ὑδάτων δεξαμενὰς ὥρμηνται· ἐπὶ τὰς ἀρετὰς οὔσας πληρώματα τῶν ὡς ὑδάτων οὐρανόθεν κατερχομένων θείων ἐντολῶν, διὰ τὸ τοὺς τούτων λόγους τῆ πράξει πληροῦσθαι τῶν ἐντολῶν. Ὁρμᾶν δ´ αἱ τοιαῦται ἐνέργειαι ἐπὶ τὰς ἀρετὰς εἴρηνται, ὅτι ἐαν μὴ Κύριος δι´ αὐτῶν οὐκοδομήσῃ κατ´ ἀρετὴν ὧς τινα οἷκον αὐτοῦ, τὴν τὸ ἀγαθὸν προαιρουμένην ψυχὴν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν. Ὡς περιστεραὶ δὲ, φησὶ, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων· ὃηλαδὴ καθαραὶ φύσει. Εἰσὶ γὰρ παντελῶς ἀμόλυντοι αἱ τοῦ Πνεύματος ἐνέργειαι, ἐπαναπαυόμεναι ταῖς τούτων κατὰ χάριν πεπληρωμέναις ψυχαῖς, ὡς καθαρφείσαις, καὶ φωτισθείσαις, [καὶ] τελειωθείσαις. Οἱ μὲν ὀφθαλμοί τοῦ νυμφίου τοιοῦτοι. Αἱ δὲ σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. Κʹτουν τῆς περὶ πάντα τοῦ Θεοῦ προνοίας οἱ λόγοιοπερ ὥς τινες σιαγόνες ταῖς ἐνεργείαις οἰονεὶ κινοῦνται, καὶ τοὺς σωτηρίους τῶν ἐρετῶν τρόπους διδάσκουσιν, καὶ διὰ τούτων πνευματικῶς τρέφουσι, λιαίνοντίς