Ancient Greek
331
Michael Psellus, Poemata 331
Unproofread scanNot analysed yet
πως τὸ κατ´ οὐσίαν ἀκατανόητον τοῦ Θεοῦ ὡς σαφηνίζοντες αὐτὸ κατὰ τὴν τούτων ἐνέργειαν] πεπλήρωνται τοῦ εὐωδιάξοντος ταῖς οἰκείαις ἐνεργείαις τὰς τῶν πιστῶν ψυχὰς παναγίου Πνεύματος· οἷά τινες ἀρωματοφόροι φιάλαι, προφέροντες ὡς παντοῖα μυρεψικὰ ήδη τοὺς εἰρημένους πολυειδεῖς πνευματικοὺς τρόπους. Καὶ γὰρ ὁ πάντων προνοητὴς τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος ἐν ἁγίῳ Πiνεύματι ὡς ὁμοουσίῳ, τὴν περὶ πάντα ἐπιτελεῖ πρόνοιαν. Καὶ οὕτω μὲν αἱ σιαγόνες. Τὰ δὲ χείλη αὐτοῦ κρίνα, στάζοντα σμύρναν πλήρη. Ἡτοι, τῆς περὶ πάντα θείας κρίσεως οἱ λόγοι, καθ´ οὕς ὁ τοῦ Θεοῦ Λόγος διανέμων ἑκάστῃ φύσει καὶ γνώμῃ τὰ πρόσφορα, ὥς τισι χείλεσι τούτοις ἐκάστην αὐτῶν οἱονεὶ κατὰ μετοχὴν περιπτύσσεται, ὑπάρχουσι τῇ λαμπρότητι διαφανεῖς ὡς κρίνα, τηροῦντες τὰς καθ´ ἕκαστα φύσεις κατὰ τοὺς ἰδίους αὐτῶν λόγους ἀτρέπτους καὶ ἀσυγχύτους, καὶ διδάσκοντες τοὺς τρόπους τῆς παντελοῦς νεκρώσεως πασῶν τῶν κατὰ προαίρεσιν παρὰ φύσιν κινήσεων. Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ, πεπληρωμέναι Θαρσίς. Ἤγουν, οἱ καθόλοι ποιητικοί καὶ ἀνανεωτικοὶ τῶν ὅντων λόγοι οἷ τῆς δὴ μιουργίας, φημί, καὶ τῆς προνοίας, καὶ τῆς κρίσεως, καὶ διεξάγει, καὶ ἄφυρτα συντηρεῖ, τετορνευμένοι τέ εἴσι τῇ ποικίλῃ αὐτοῦ σοφίᾳ, καὶ καθαρεύοντες μὲν οἷα χρυσὸς ἀκίβδηλος πάσης ἐννοίας ψευδοῦς, ὡς δὲ τοῦ Θαρσὶσπισκοπῆς χαρᾶς ἑρμηνευομένου, πεπληρωμένοι ἀληθοῦς κατανοήσεως, τῆς τὰ πάντα εὐφραινούσης ἀγαθότητος αὐτοῦ, ἐτυμολογουμένης παρὰ τὸ ἄγαν εἶναι, ἢ τεθεῖσθαι, ἡ θέειν. Τὸ μὲν γὰρ εἶναι τῶν ὅντων, τὸ ὑπερεῖναι τοῦ Θεοῦ δηλοῖ· τὸ δὲ τεθεῖσθαι, πάντως δι´ ἀτρέπτους τοὺς τούτων λόγους εἶναι τὸ τούτου κατ´ οὐσίαν πάμπαν ἀκίνητον· τὸ δὲ θέειν δηλαδὴ ταῖς ἐξ ἀλλήλων κινεῖσθαι διαδοχαῖς τὸ κατ´ ἐνέργειαν αὐτοῦ ἀεικίνητον. Κοιλία αὐτοῦ πυξίον, ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου· δηλονότι ἡ φέρουσα ἐν ἑαυτῇ κατ´ αἰτίαν τοὺς τῶν ὅντων λόγους τούτου σοφία, ὑποκείμενον μὲν ἔχει κατ´ οὐσίαν τὰ ἀόρατα αὐτοῦ, οἵα λίθον σάπφειρον διά τε τὸ στεῤῥόν καὶ ἀκίνητον, καὶ τὸ τοῦ χρώματος κυανόν. Ἐγγέγραπται δὲ κατ´ ἐνέργειαν τῇ κτίσει, καθ´ ἤν οἵά τις βίβλος ἐλεφαντίνη λεία καὶ καθαρὰ τὴν θείαν δόξαν τε καὶ μεγαλοπρέπειαν ἀληθῶς τε καὶ ἀριδήλως παρίστησι. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι ἐννοούμενα καθορᾶται, κατὰ τὸν μέγαν Ἀπόστολον· καὶ τοιουτοτρόπως ὁ νοῦς ἐν μὲν τῷ κατ´ ἐνέργειαν τοῦ Θείου καταληπτῷ, ὁρᾷ τὸ κατ´ οὐσίαν αὐτὸ ἀκατάληπτον· ἐν δὲ τῷ κατ´ οὐσίαν ἀκαταλήπτῳ ἀνα παύεται μὲν τοῦ ἐν τῷ κατὰ θεωρίαν δρόμῳ ἄλγους Ο γὰρ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα, ἐνδυναμοῦται δέ πως πάλιν πρὸς θεωρίσν τῶν Ἐντιλ-νω ἅσπερ καῖ ὁ αἰσθητὸς ὀφθαλμὸς ἀτονήσας τὴν ὅψιν, διαχυθεῖσαν τῷ λευκῷ χρώματι, αὖθις ἀνακαινίζεται κατ´ αὐτὴν, συστελλομένην τῇ παραμιξίᾳ τοῦ μέλα νος. Εαὶ ἡ μὲν κοιλία τοιαύτη. Αἱ δὲ κνῆμαι αὐτοῦ