Ancient Greek
601.3
Minucianus, Peri Epicheirematon 601.3
Unproofread scanNot analysed yet
'Ο ῥήτωρ πίστεσι χρήσεται ταῖς μὲν ἐντέχνοις, ταῖς δὲ ἀτέχνοις. ἄτεχνοι μὲν οὖν εἰσιν αἱ μηδὲν τῆς τοῦ ῥήτορος μεθόδου δεόμεναι, πλὴν ὅσον εἰς 1 τὸ ἐν καιρῷ αὐταῖς τῷ προσήκοντι χρῆσασθαι, οἷον μαρτυρίαι, ὅρκοι, προκλήσεις, βάσανοι, νόμοι, συνθήκαι. ἐντεχνοὶ δέ, ὅσαι καὶ εὐρέσεως καὶ οἰκονομίας δέονται μετὰ τέχνης. τῶν δὲ ἐντέχνων πίστεων αἱ μὲν εἰσιν ἠθικαί, 2 αἱ δὲ παθητικαί, αἱ δὲ λογικαί, αἱ αὐταὶ καὶ πραγματικαί. ἠθικαὶ μὲν, ὅσαι ἀπὸ δόξης τοῦ προσώπου τὴν πίστιν λαμβάνουσιν, 3 οἷον ἀπὸ Περικλέους, ἀπὸ Ἀριστείδου· λέγομεν δὲ τὴν ἠθικὴν ἐπιχείρησιν ἐντέχνον εἶναι δοκοῦσαν· ὅτι δεῖ ἂν τε μὴ τοιούτον ἢ 4 πρόσωπον,