Ancient Greek
602.1
Minucianus, Peri Epicheirematon 602.1
Unproofread scanNot analysed yet
ἂν τε τοιοῦτον, τῷ λόγῳ αὐτὸ συστήσαι, ὡς ἐπὶ τοῦ 5 Περιχλέους ὁ Θουκυδίδης· ,,καὶ τοῖ ἐμοὶ τοιούτῳ ἀνδρὶ 6 ὀργίζεσθε, 7 ὅς οὐδενὸς ἥττων 8 γνῶναι τε τὰ δέοντα καὶ ἐρμηνεύσαι ταῦτα, φιλόπολις τε καὶ χρημάτων χρείας 5 ὡν· “τούτοις γὰρ ἅπασι πιστοῦται τὸ μηδὲν ἠδίκηκέναι τὴν πόλιν. Παθητικαὶ δὲ ὅσαι τὸν ἀκροατὴν εἰς ὃ βούλεται ὁ λέγων ἐπάγουσι 9 καὶ ἄνευ τῆς τῶν πραγμάτων ἀποδείξεως, οἷον εἰς ὀργὴν ἢ εἰς ἔλεον ἢ εἰς φθόνον ἢ εὔνοιαν ἄγουσι. Πραγματικαὶ δὲ, ἀπὸ τοῦ πράγματος, περὶ οὗ ὁ λόγος ἐστὶ τὰς ἀποδείξεις ἔχουσιν· αἱ δὲ ἀποδείξεις ἀκολούθως ἐκ τῶν καλουμένων ἐπιχειρημάτων γίνονται. ἐπιχειρήματα δέ ἐστι τὰ πρὸς πίστιν τοῦ ὑποκειμένου ζητήματος λαμβανόμενα.