Ancient Greek
603.1
Minucianus, Peri Epicheirematon 603.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ πραγμένοις ἐπιστώσατο. Δεῖ δὲ τὰ παραδείγματα γνώριμα εἶναι τοῖς ἀκούουσι καὶ προσεχῆ τῷ πράγματι· εἰ δὲ καὶ πόρρωθεν λαμβάνοιτο, δεῖ αὐτὰ προσάγειν τῷ λόγῳ, καὶ μηδὲν ἐξ ἀδόξων λαμβάνεσθαι, ἀλλ’ ἢ τὰ πρόσωπα, ἢ τὰ πράγματα, ἢ καὶ ἀμφότερα ἐνδοξά εἰναι· ἀμφότερα μὲν ἐνδοξά ἐν ἐκείνῳ τῷ παραδείγματι· οἷον, ὑμεῖς ἐσώσατε Λακεδαιμονίους, καὶ οὐχ ἐμνησικακήσατε, ἀλλ’ ἐβοηθήσατε. ἐνδοξὸν καὶ τὸ τῶν βοηθησάντων πρόσωπον, τὸ τῶν Ἀθηναίων, ἐνδοξὸν δὲ τὸ πρᾶγμα μόνον τὸ ,,Λάμπιν Αἰγινήτας κοσμήσαντα τὸ ἐμπόριον αὐτοῖς μὴ πεποιήσθαι πολίτην, μηδὲ Μεγαρέας Ἑρμῶνα τὸν κυβερνήτην· τὰ μὲν γὰρ πρόσωπα μικρά, τὸ δὲ ἐν τούτοις φρόνημα οὐ μικρόν· πάλιν τὸ πρόσωπον ἐνδοξὸν, ὡς ἐπὶ Ἀλκιβιάδου, ὃν φησιν ὁ Δημοσθένης κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν γενόμενον καταγνωσθῆναι, ὅτι ἦν ὑβριστής· ἐνταῦθα γὰρ τὸ πρᾶγμα ἀδόξον· συνίστησι δὲ ὁ Δημοσθένης τὴν ἐπὶ τοὺς ὑβρίζοντας ὀργὴν ἐκ τῆς δόξης τοῦ προσώπου. Τοῦ παραδειγματικοῦ εἴδους εἰσὶ καὶ αἱ καλούμεναι παραβολαὶ καὶ αἱ εἰκόνες. διαφέρουσι δὲ αἱ μὲν