Ancient Greek
604.1 to 604.9
Minucianus, Peri Epicheirematon 604.1-9
Unproofread scanNot analysed yet
παραβολαὶ τῶν παραδειγμάτων, ὅτι τὰ μὲν παραδείγματα ἐξ ἱστορίας λαμβάνεται, αἱ παραβολαὶ δὲ ἄνευ ἱστορίας καὶ ἀορίστως ἐκ τῶν γιγνομένων· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου τὰ κάτωθεν ἰσχυρότερα ¹¹ εἰναι· “ἡ δὲ εἰκὼν ἐστι μὲν ἡ αὐτὴ τῇ παραβολῇ, ἐναργέστερον δὲ ποιεῖ τὸν λόγον, ὥστε μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ὁρᾶν δοκεῖν· οἷον πορεύεται ¹² διὰ τῆς ἀγορᾶς Ἀριστογείτων, ὥσπερ ὄφις ἢ σκορπίος ἡοκῶς τὸ κέντρον, καὶ ἔτιων δεῦρο κάκεισε ἐπὶ κοινόν· ¹³ πρὸς τε τὴν παραβολὴν καὶ τοῦ ¹⁴ Ἀριστογείτονος ἐναργὴ παρέσχε τὴν ὄψιν τοῦ ὁρωμένου· καὶ πάλιν· ,,ἵσα βαίνων ¹⁵ Πυθοκλεῖ τὰς γνάθους φυσῶν· “παραδειγματικὰ δὲ καὶ ὅσα εἰς μύθους ἄνῃκει. Τὰ δὲ ἐνθυμήματα ὠνόμασται, ἢ ὅτι ὁ ῥήτωρ αὐτὸς αὐτὰ εὕρισκε καὶ ἐνθυμεῖται, ¹ ἢ ὅτι προσενθυμηθῆσθαι τοῖς δικασταῖς, εἰ τι ἔλλειποι, ² καταλείπει· ἔχουσι δὲ ἔλλειμματα οἱ ῥητορικοὶ συλλογισμοὶ ³ καὶ ταύτῃ διαφέρουσι ⁴ τῶν ἐν φιλοσοφίᾳ συλλογισμῶν, ὅτι οἱ μὲν τὰ ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ