Ancient Greek
609.1
Minucianus, Peri Epicheirematon 609.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ οὐχὶ λέγει τὸ ψήφισμα, εἰ δὲ βουλεύων ἐγὼ τοὺς προέσβεις ψῆφον δεῖν προσάγειν, 20 τοῦτό μου διαβάλλεις· “εἶτα τὸ ἀντικείμενον· ”,ἀλλὰ τί ἔχρην με ποιεῖν; μὴ προσἄγειν, γράφειν τοὺς ἐπὶ τοῦθ’ ἥκοντας· “τῷ γὰρ προσἄγειν ἀντίκειται τὸ μὴ προσάγειν· τὸ δὲ ἐναντίον, 5 ὁ καὶ μικρὸν ἔμπροσθεν εἶπον· 21 “,ἀλλ’ εἰ μὲν δύο ναῦς ἢ τρεῖς ἀπώλεσεν ἡγοῦμενος ἡμῶν, περὶ προδοσίας ἂν ἐκρίνετο· εἰ δὲ ἐξήκοντα μὲν ἔλαβε τριήρεις καὶ πόλεις, “καὶ τὰ ἕξης· τοῦτο τὸ ἐπιχείρημα καὶ ἀπὸ τοῦ ἐλάτ- 10 τονός ἐστι καὶ ἀπὸ τοῦ ἐναντίου· τὸ γὰρ ἀπολωλεκέναι 22 τριήρεις τῷ 23 μὴ ἀπολέσαι ἀντίκειται· τὸ δὲ προσκτίσασθαι ἐναντίον ἐστίν. Ἀπὸ τοῦ μαχομένου· “,θανμάζω· 24 δὲ ὁρῶν Φιλίππῳ μὲν ἡμᾶς ὀργιζομένους, ὃς εἰρήνην ἐκ πολέμου ποιούμενος· “καὶ τὰ ἕξης. Ὁ ἀπὸ 15 τῆς ἐκβάσεως τόπος 25 ἢ ἀπὸ τῶν πεπραγμένων, ἢ ἀπὸ τῶν μελλόντων λαμβάνεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος 1 ὁ Δημοσθένης ἀντέθηκεν, ὅσα ἐκ τοῦ πεποιηθῆναι ναῦς ἐξέβη ἀγαθά, καὶ ὅσα ἐκ τοῦ μὴ πεποιηθῆναι δεινά· τὰ δὲ ὡς μετὰ ταῦτα ἐκβησόμενα πῶς εἰσήγαγεν ἐν τῷ